Letters
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basil-the-great" aria-label="More works by Basil the Great">
—
⋯
Original / primary: Textus receptus
251.0.1
Εἰ καὶ πολὺ τὸ πλῆ θος τῶ ν περιεχό ντων ἡ μᾶ ς πραγμά των καὶ φροντί σι μυρί αις συνέ χεται ἡ μῶ ν ἡ διά νοια, ὅ μως οὐ δέ ποτε τῆ ς μνή μης ἡ μῶ ν ἐ ξεβά λομεν τὴ ν περὶ τῆ ς ὑ μετέ ρας ἀ γά πης μέ ριμναν, δεό μενοι τοῦ Θεοῦ ἡ μῶ ν διαμεῖ ναι ὑ μᾶ ς ἐ ν τῇ πί στει, ἐ ν ᾗ ἑ στή κατε καὶ καυχᾶ σθε ἐ π̓ ἐ λπί δι τῆ ς δό ξης τοῦ Θεοῦ. τῷ ὄ ντι γὰ ρ δυσεύ ρετον λοιπὸ ν καὶ πά νυ σπά νιον ἰ δεῖ ν ἐ κκλησί αν εἰ λικρινῆ, μηδὲ ν ἐ κ τῆ ς τῶ ν καιρῶ ν χαλεπό τητος παραβλαβεῖ σαν, ἀ λλ̓ ἀ κεραί αν καὶ ἄ θραυστον τὴ ν ἀ ποστολικὴ ν διασώ ζουσαν διδασκαλί αν, οἵ αν τὴ ν καθ̓ ὑ μᾶ ς ἔ δειξεν ἐ ν τοῖ ς παροῦ σι καιροῖ ς ὁ ἀ ναδεικνὺ ς τοὺ ς καθ̓ ἑ κά στην γενεὰ ν ἀ ξί ους τῆ ς ἑ αυτοῦ κλή σεως. Καὶ δῴ η Κύ ριος ὑ μῖ ν τὰ ἀ γαθὰ̔ Ιερουσαλὴ μ τῆ ς ἄ νω, ἀ νθ̓ ὧ ν τὰ ς ψευδεῖ ς καθ̓ ἡ μῶ ν διαβολὰ ς ἐ πὶ τὰ ς τῶ ν ψευδολό γων κεφαλὰ ς ἀ πεπέ μψασθε, μὴ δό ντες αὐ τοῖ ς εἴ σοδον ἐ πὶ τὰ ς καρδί ας ὑ μῶ ν. καὶ οἶ δα καὶ πέ πεισμαι ἐ ν Κυρί ῳ ὅ τι ὁ μισθὸ ς ὑ μῶ ν πολὺ ς ἐ ν τοῖ ς οὐ ρανοῖ ς καὶ ἐ πὶ τῇ πρά ξει ταύ τῃ. ἐ λογί σασθε γὰ ρ τοῦ το σοφῶ ς παῤ ἑ αυτοῖ ς, ὃ καὶ ἔ στι κατ̓ ἀ λή θειαν, ὅ τι οἱ ἀ νταποδιδό ντες μοι πονηρὰ ἀ ντὶ καλῶ ν, καὶ μῖ σος ἀ ντὶ τῆ ς ἀ γαπή σεώ ς μου τῆ ς εἰ ς αὐ τού ς, διαβά λλουσί με νῦ ν ἐ π̓ ἐ κεί νοις, εἰ ς ἃ αὐ τοὶ εὑ ρί σκονται ἐ γγρά φους ὁ μολογί ας ἐ κθέ μενοι. Καὶ οὐ μό νον εἰ ς ταύ την ἐ νέ πεσον τὴ ν ἐ ναντί ωσιν, ἴ δια ἔ γγραφα ὑ μῖ ν κατηγορί ας προφέ ροντες, ἀ λλ̓ ὅ τι καὶ παμψηφὶ παρὰ τῶ ν συνελθό ντων εἰ ς τὴ ν Κωνσταντινού πολιν καθαιρεθέ ντες, οὐ κ ἐ δέ ξαντο τὴ ν καθαί ρεσιν αὐ τῶ ν, σύ νοδον ἀ θετού ντων προσαγορεύ οντες, καὶ μὴ καταδεχό μενοι ἐ πισκό πους αὐ τοὺ ς λέ γειν, ἵ να μὴ τὴ ν κατ̓ αὐ τῶ ν ἐ ξενεχθεῖ σαν ψῆ φον κυρώ σωσι. καὶ τὴ ν αἰ τί αν προσετί θεσαν τοῦ μὴ εἶ ναι αὐ τοὺ ς ἐ πισκό πους, διό τι αἱ ρέ σεως, φησί, πονηρᾶ ς προεστή κασι. ταῦ τα δὲ ἐ γέ νετο πρὸ δέ κα καὶ ἑ πτὰ οὐ χ ὅ λων ἐ τῶ ν. ἦ σαν δὲ οἱ ἔ ξαρχοι τῶ ν καθελό ντων αὐ τού ς, Εὐ δό ξιος, Εὐ ί ππιος, Γεώ ργιος,̓ Ακά κιος, καὶ οἱ λοιποὶ τῶ ν ὑ μῖ ν οἱ δὲ νῦ ν κρατοῦ ντες τῶ ν ἐ κκλησιῶ ν ἐ κεί νων εἰ σὶ διά δοχοι, οἱ μὲ ν ἀ ντ̓ αὐ τῶ ν χειροτονηθέ ντες, οἱ δὲ ὑ π̓ ἐ κεί νων αὐ τῶ ν προαχθέ ντες. Νῦ ν οὖ ν οἱ ἡ μῖ ν τὴ ν κακοδοξί αν ἐ γκαλοῦ ντες εἰ πά τωσαν ἡ μῖ ν, πῶ ς μὲ ν αἱ ρετικοὶ ἦ σαν ἐ κεῖ νοι, ὧ ν τὴ ν καθαί ρεσιν οὐ κ ἐ δέ ξαντο, πῶ ς δὲ ὀ ρθό δοξοι οὗ τοι οἱ παῤ ἐ κεί νων προαχθέ ντες καὶ τὸ αὐ τὸ φρό νημα τοῖ ς πατρά σιν αὐ τῶ ν διασώ ζοντες. εἰ μὲ ν γὰ ρ ὀ ρθό δοξος Εὐ ί ππιος, πῶ ς οὐ χὶ λαϊ κὸ ς Εὐ στά θιος, ὁ παῤ ἐ κεί νου καθῃ ρημέ νος; εἰ δὲ αἱ ρετικὸ ς ἐ κεῖ νος, πῶ ς κοινωνικὸ ς Εὐ σταθί ου νῦ ν ὁ διὰ τῆ ς ἐ κεί νου χειρὸ ς προαχθεί ς; ἀ λλὰ παιδιαὶ αὗ ται, κατὰ τῶ ν ἐ κκλησιῶ ν τοῦ Θεοῦ παιζό μεναι, πρὸ ς τὸ ἑ αυτῶ ν συμφέ ρον, καὶ διαβά λλειν ἀ νθρώ πους καὶ πά λιν συνιστᾷ ν ἐ πιχειρού ντων. Τὰ Βασιλεί δου τοῦ Παφλαγό νος θυσιαστή ρια ἀ νέ τρεψε παριὼ ν τὴ ν Παφλαγονί αν Εὐ στά θιος, καὶ ἐ πὶ ἰ δί ων τραπεζῶ ν ἐ λειτού ργει: καὶ νῦ ν ἱ κέ της ἐ στὶ Βασιλεί δου, ὥ στε δεχθῆ ναι. ἀ φώ ρισε τὸ ν εὐ λαβέ στατον ἀ δελφὸ ν̓ Ελπί διον διὰ τὴ ν πρὸ ς τοὺ ς ἐ ν̓ Αμασεί ᾳ συνά φειαν: καὶ νῦ ν ἱ κέ της ἐ στὶ τῶ ν̓ Αμασέ ων, ἐ πιζητῶ ν αὐ τῶ ν τὴ ν συνά φειαν. τὰ κατὰ Εὐ ιππί ου κηρύ γματα καὶ ὑ μεῖ ς αὐ τοὶ ἐ πί στασθε ὅ πως ἦ ν φρικτά. καὶ νῦ ν τοὺ ς τὰ ἐ κεί νου φρονοῦ ντας ἐ πὶ ὀ ρθό τητι ἀ ποσεμνύ νει, μό νον ἐ ὰ ν εἰ ς τὴ ν τῆ ς ἀ ποκαταστά σεως αὐ τοῦ σπουδὴ ν συνεργή σωσιν. ἡ μεῖ ς δὲ διαβαλλό μεθα, οὐ κ ἐ πειδὴ ἡ μεῖ ς ἀ δικοῦ μέ ν τι, ἀ λλ̓ ἐ πειδὴ τοῦ το ἐ νό μισεν εὐ δοκί μησιν αὐ τῷ φέ ρειν παρὰ τοῖ ς ἐ ν̓ Αντιοχεί ᾳ. οὓ ς δὲ πέ ρυσιν ἐ κ τῆ ς Γαλατί ας μετεστεί λαντο, ὡ ς δἰ αὐ τῶ ν δυνά μενοι τὴ ν παρρησί αν τῆ ς ἐ πισκοπῆ ς ἀ πολαβεῖ ν, τοιοῦ τοί εἰ σιν, οἵ ους ἴ σασι μὲ ν καὶ οἱ πρὸ ς ὀ λί γον συγγεγονό τες αὐ τοῖ ς: ἐ μοὶ δὲ μὴ παρά σχοι ὁ Κύ ριος τοσαύ την σχολή ν ποτε, ὥ στε τὰ ς ἐ κεί νων πρά ξεις ἀ παριθμεῖ σθαι. πλὴ ν ἀ λλ̓ ὑ πὸ δορυφό ροις τοῖ ς τιμιωτά τοις αὐ τῶ ν καὶ συμμύ σταις παραπεμφθέ ντες διεξῆ λθον μὲ ν διὰ πά σης αὐ τῶ ν τῆ ς χώ ρας, τὰ ς τῶ ν ἐ πισκό πων τιμὰ ς καὶ θεραπεί ας ἔ χοντες: εἰ σή χθησαν δὲ περιφανῶ ς εἰ ς τὴ ν πό λιν ἐ κκλησιά σαντες μετὰ αὐ θεντί ας. παρεδό θη γὰ ρ αὐ τοῖ ς ὁ λαό ς, παρεδό θη τὸ θυσιαστή ριον. οἳ ἐ πειδὴ μέ χρι Νικοπό λεως προελθό ντες οὐ δὲ ν ἠ δυνή θησαν ὧ ν ἐ πηγγεί λαντο διαπρά ξασθαι, πῶ ς ἐ πανῆ λθον καὶ πῶ ς ὤ φθησαν κατὰ τὴ ν ἐ πά νοδον ἴ σασιν οἱ παρό ντες. οὕ τως ἀ εὶ πρὸ ς τὸ ἑ αυτῶ ν συμφέ ρον πά ντα ποιοῦ ντες φαί νονται. εἰ δὲ λέ γουσιν ὅ τι μετενό ησαν, δειξά τωσαν αὐ τῶ ν ἔ γγραφον τὴ ν μετά νοιαν, καὶ ἀ ναθεματισμὸ ν τῆ ς ἐ ν Κωνσταντινουπό λει πί στεως, καὶ χωρισμὸ ν τῶ ν αἱ ρετικῶ ν, καὶ μὴ ἐ ξαπατά τωσαν τοὺ ς ἀ κεραιοτέ ρους. καὶ τὰ μὲ ν ἐ κεί νων τοιαῦ τα.̔ Ημεῖ ς δέ, ἀ γαπητοὶ ἀ δελφοί, μικροὶ μὲ ν καὶ ταπεινοί, οἱ αὐ τοὶ δὲ ἀ εὶ τῇ τοῦ Θεοῦ χά ριτι, οὐ δέ ποτε ταῖ ς μεταβολαῖ ς τῶ ν πραγμά των συνδιετέ θημεν. πί στις παῤ ἡ μῖ ν οὐ κ ἄ λλη μὲ ν ἐ ν Σελευκεί ᾳ, ἄ λλη δὲ ἐ ν Κωνσταντινουπό λει, καὶ ἄ λλη ἐ ν Ζή λοις, καὶ ἐ ν Λαμψά κῳ ἄ λλη, καὶ ἐ πὶ̔ Ρώ μης ἑ τέ ρα: καὶ ἡ νῦ ν περιφερομέ νη οὐ διά φορος παρὰ τὰ ς προτέ ρας, ἀ λλὰ μί α καὶ ἡ αὐ τὴ ἀ εὶ. ὡ ς γὰ ρ παρελά βομεν παρὰ τοῦ Κυρί ου, οὕ τω βαπτιζό μεθα: ὡ ς βαπτιζό μεθα, οὕ τω πιστεύ ομεν: ὡ ς πιστεύ ομεν, οὕ τω καὶ δοξολογοῦ μεν, οὔ τε χωρί ζοντες Πατρὸ ς καὶ Υἱ οῦ τὸ ἅ γιον Πνεῦ μα, οὔ τε προτιθέ ντες Πατρό ς, ἢ πρεσβύ τερον εἶ ναι τοῦ Υἱ οῦ τὸ Πνεῦ μα λέ γοντες, ὡ ς αἱ τῶ ν βλασφή μων γλῶ σσαι κατασκευά ζουσι. τί ς γὰ ρ οὕ τω τολμηρό ς, ὃ ς τὴ ν δεσποτικὴ ν παρωσά μενος νομοθεσί αν ἰ δί αν τολμᾷ τοῖ ς ὀ νό μασι τά ξιν ἐ πινοεῖ ν; ἀ λλ̓ οὔ τε κτιστὸ ν λέ γομεν τὸ Πνεῦ μα, τὸ μετὰ Πατρὸ ς καὶ Υἱ οῦ τεταγμέ νον, οὔ τε δουλικὸ ν τολμῶ μεν εἰ πεῖ ν τὸ ἡ γεμονικό ν. καὶ ἡ μᾶ ς παρακαλοῦ μεν μεμνημέ νους τῆ ς τοῦ Κυρί ου ἀ πειλῆ ς, τοῦ εἰ πό ντος, Πᾶ σα ἁ μαρτί α καὶ βλασφημί α ἀ φεθή σεται τοῖ ς ἀ νθρώ ποις: ἡ δὲ εἰ ς τὸ Πνεῦ μα τὸ ἅ γιον βλασφημί α οὐ κ ἀ φεθή σεται, οὔ τε ἐ ν τῷ νῦ ν αἰ ῶ νι οὔ τε ἐ ν τῷ μέ λλοντι, φυλά ξατε ἑ αυτοὺ ς τῶ ν βλαβερῶ ν κατὰ τοῦ Πνεύ ματος διδαγμά των. στή κετε ἐ ν τῇ πί στει, περιβλέ ψατε εἰ ς τὴ ν οἰ κουμέ νην, καὶ ἴ δετε ὅ τι μικρό ν ἐ στι τοῦ το τὸ μέ ρος τὸ νενοσηκό ς, ἡ δὲ λοιπὴ πᾶ σἀ Εκκλησί α, ἡ ἀ πὸ περά των εἰ ς πέ ρατα δεξαμέ νη τὸ εὐ αγγέ λιον, ἐ πὶ τῆ ς ὑ γιοῦ ς ἐ στι ταύ της καὶ ἀ διαστρό φου διδασκαλί ας. ὧ ν καὶ ἡ μεῖ ς εὐ χό μεθα τῆ ς κοινωνί ας μὴ ἐ κπεσεῖ ν, καὶ ὑ μῖ ν συνευχό μεθα τὴ ν μερί δα λαβεῖ ν ἐ ν τῇ ἡ μέ ρᾳ τοῦ Κυρί ου ἡ μῶ ν̓ Ιησοῦ Χριστοῦ τῇ δικαί ᾳ, ὅ ταν ἔ λθῃ δοῦ ναι ἑ κά στῳ κατὰ τὴ ν πρᾶ ξιν αὐ τοῦ.