Letters
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basil-the-great" aria-label="More works by Basil the Great">
—
⋯
Original / primary: Textus receptus
277.0.1
̓ Ανή γγειλέ μοι ὁ καλὸ ς καὶ ἀ γαθὸ ς Θεό τεκνος τὰ περὶ τῆ ς σεμνό τητό ς σου, καὶ ἐ νεποί ησέ μοι πό θον τῆ ς σῆ ς συντυχί ας, ἐ ναργῶ ς ὑ πογρά φων τῷ λό γῳ τῆ ς ψυχῆ ς σου τὸ ν χαρακτῆ ρα: καὶ τοσοῦ τον ἐ ξέ καυσέ μοι τὸ περὶ σὲ φί λτρον, ὥ στ̓, εἰ μὴ καὶ τῷ γή ρᾳ ἐ βαρυνό μην, καὶ τῇ συντρό φῳ κατειχό μην ἀ σθενεί ᾳ, καὶ μυρί αις ταῖ ς κατὰ τὴ ν̓ Εκκλησί αν φροντί σιν ἤ μην πεπεδημέ νος, οὐ δὲ ν ἄ ν με κατέ σχεν αὐ τὸ ν γενέ σθαι παρὰ σέ. καὶ γὰ ρ οὐ μικρὸ ν τῷ ὄ ντι κέ ρδος, ἐ ξ οἰ κί ας μεγά λης καὶ γέ νους περιφανοῦ ς πρὸ ς τὸ ν εὐ αγγελικὸ ν μεταστά ντα βί ον, χαλινῶ σαι μὲ ν λογισμῷ τὴ ν νεό τητα, τὰ δὲ τῆ ς σαρκὸ ς πά θη δοῦ λα τῷ λό γῳ ποιῆ σαι, ταπεινοφροσύ νῃ δὲ κεχρῆ σθαι τῇ ὀ φειλομέ νῃ Χριστιανῷ, φρονοῦ ντι περὶ ἑ αυτοῦ οἷ α εἰ κό ς, ὅ θεν ἔ φυ, καὶ οἷ πορεύ εται. ἡ γὰ ρ τῆ ς φύ σεως ἔ ννοια καταστέ λλει μὲ ν τῆ ς ψυχῆ ς τὸ φλεγμαῖ νον, ἀ λαζονεί αν δὲ πᾶ σαν καὶ αὐ θά δειαν ὑ περορί ζει, καὶ τὸ ὅ λον, μαθητὴ ν τοῦ Κυρί ου καθί στησι, τοῦ εἰ πό ντος: Μά θετε ἀ π̓ ἐ μοῦ, ὅ τι πρᾶ ό ς εἰ μι καὶ ταπεινὸ ς τῇ καρδί ᾳ. τῷ ὄ ντι γά ρ, φί λτατε παί δων, μό νον περισπού δαστον καὶ ἐ παινετὸ ν τὸ διαρκὲ ς ἀ γαθό ν. τοῦ το δὲ ἐ στιν ἡ παρὰ Θεοῦ τιμή. Τὰ δὲ ἀ νθρώ πινα ταῦ τα σκιᾶ ς ἐ στιν ἀ μυδρό τερα καὶ ὀ νεί ρων ἀ πατηλό τερα. ἥ τε γὰ ρ νεό της τῶ ν ἠ ρινῶ ν. ἀ νθέ ων ὀ ξύ τερον καταρρεῖ, καὶ ὥ ρα σώ ματος ἢ νό σῳ ἢ χρό νῳ καταμαραί νεται. καὶ πλοῦ τος μὲ ν ἄ πιστος, δό ξα δὲ εὐ περί τρεπτος. αἵ τε περὶ τὰ ς τέ χνας διαπονή σεις τῷ χρό νῳ τού τῳ συναπαρτί ζονται. ἀ λλὰ καὶ τὸ περισπού δαστον ἅ πασιν, οἱ λό γοι, ἄ χρι τῆ ς ἀ κοῆ ς χά ριν ἔ χουσιν. ἀ ρετῆ ς δὲ ἄ σκησις τί μιον μὲ ν κτῆ μα τῷ ἔ χοντι, ἥ διστον δὲ θεαμά των τοῖ ς ἐ ντυγχά νουσιν. ὧ ν ἐ πιμελού μενος, ἄ ξιον σεαυτὸ ν καταστή σεις τῶ ν ἐ ν ἐ παγγελί αις ἀ ποκειμέ νων παρὰ τοῦ Κυρί ου ἀ γαθῶ ν. Τί νι δ̓ ἂ ν τρό πῳ ἔ λθοις πρὸ ς τὴ ν τῶ ν καλῶ ν ἀ νά ληψιν καὶ ὅ πως ἂ ν τὰ κτηθέ ντα διασώ σαιο, μακρό τερον εἰ πεῖ ν ἢ κατὰ τὴ ν παροῦ σαν ὁ ρμὴ ν τοῦ λό γου. ἐ πῆ λθε δ̓ οὖ ν ἐ μοὶ καὶ αὐ τὰ ταῦ τά σοι προσφθέ γξασθαι, ἐ ξ ὧ ν ἤ κουσα παρὰ τοῦ ἀ δελφοῦ Θεοτέ κνου: ὃ ν πά ντοτε μὲ ν εὔ χομαι ἀ ληθεύ ειν, μά λιστα δὲ ἐ ν τοῖ ς περὶ σοῦ λό γοις, ἵ να πλέ ον δοξά ζηται ἐ πὶ σοὶ ὁ Κύ ριος, ἀ πὸ ῥ ί ζης ἀ λλοτρί ας τοῖ ς πολυτιμή τοις καρποῖ ς τῆ ς εὐ σεβεί ας βρύ οντι.