Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ὅτι οὐ χρὴ πρὸς κενοδοξίαν βλέποντα ζηλοῦν τὰ καλά. Κενοδοξίαν ὅτι μάλιστα φεύγειν προσήκει τὴν οὐ πρὸ τῶν πόνων τοῦ πονεῖν ἀφιστῶσαν (ἦν γὰρ ἂν τὸ κακὸν ἔλαττον), ἀλλὰ μετὰ τοὺς πόνους τῶν στε φάνων ἀποσυλῶσαν, τὴν δυσάλωτον τῆς ἡμετέρας σωτηρίας ἐπίβουλον, τὴν πρὸς ταῖς οὐρανίαις ἁψῖσι τοὺς καθ' ἡμῶν λόχους ἱδρύουσαν, καὶ τὰς μέ χρις οὐρανῶν στελεχωθείσας ἀρετὰς καταβα λεῖν φιλονεικοῦσαν. Ἐπειδὰν γὰρ ἴδῃ τὸν τῆς εὐσε βείας ἔμπορον παντοδαποῖς ἀγωγίμοις ἀρετῶν τὴν φορτίδα τῆς διανοίας πληρώσαντα, τότε, τὴν ἑαυτῆς καταιγίδα κινήσασα, περιτρέπειν καὶ ὑποβρύχιον ἄγειν τὸ σκάφος διαγωνίζεται. Τὴν γὰρ διάνοιαν τοῦ τῆς ἄνω βασιλείας πλωτῆρος πρὸς τὰ κάτω καὶ τὰς ἀνθρωπίνας δόξας ὁρᾷν ἀναπείσασα, ἅπαντα τὸν πλοῦτον τῆς ψυχῆς αἰφνίδιον ἐξεφύσησε, καὶ τοὺς θεμελίους τῶν ἀρετῶν ὑποσύρασα ἐπὶ γῆν, οὐρανο μήκεις πόνους κατήνεγκε, τὸν ἐπὶ τοῖς πεπονημέ νοις μισθὸν παρὰ ἀνθρώπων αἰτεῖσθαι παρα σκευάσασα, οὓς ἔδει πρὸς τὸν Θεὸν μόνον βλέπον τας, καὶ τούτῳ τὰ ἡμέτερα κατορθώματα ταμιεύον τας, παρ' ἐκείνου μόνου ἀξίως κομίζεσθαι. Ἡμεῖς δὲ, τοῦ διὰ Θεὸν ἐσπουδακέναι τὰ καλὰ τὸ διὰ ἀν θρώπων δόξαν ἐνεργεῖν προτιμήσαντες, παρ' ἐκείνωντε τὸν διάκενον τῆς εὐφημίας μισθὸν ἀπαιτοῦν τες, εἰκότως καὶ δικαίως τῶν θείων ἀμοιβῶν ἀπο πίπτομεν, οὐ τῷ Θεῷ πονοῦντες, ἀλλὰ τοῖς ἀνθρώ ποις ἑαυτοὺς ἐργατεύοντες· παρ' ὧν τὴν ζημίαν τῶν μισθῶν ἀντὶ μισθῶν κομιζόμενοι, τί καὶ παρὰ Θεοῦ ἀπαιτήσωμεν, ᾧ οὐδὲν ἐργάσασθαι προειλόμεθα; Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τοῦ ἱεροῦ Εὐ αγγελίου λέγοντος, περὶ τῶν διὰ ἀνθρώπους τὰ καλὰ δρώντων· Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Φύγωμεν οὖν κενοδοξίαν, τὸν γλυκὺν σκυλευ τὴν τοῦ πνευματικοῦ πλούτου, τὸν ἡδὺν τῶν ἡμετέ ρων ψυχῶν πολέμιον, τὸν σῆτα τῶν ἀρετῶν, τὸν μεθ' ἡδονῆς τὰ ἡμετέρα καλὰ ληιζόμενον, τὸν μέ λιτι χρίσαντα τῆς οἰκείας ἀπάτης τὸ δηλητήριον, καὶ ταῖς διανοίαις τῶν ἀνθρώπων τὴν ὀλεθρίαν ὀρέ γοντα κύλικα, ἵνα, οἶμαι, τοῦ πάθους ἐμφορηθῶσιν ἀπλήστως. Γλυκὺ γὰρ ἀνθρωπίνη δόξα τοῖς ἀπαι δεύτοις. Ἄλλως δὲ καὶ κρίσεως ὀρθῆς εὐκόλως ἁμαρ τάνειν τοὺς ἀλόντας παρασκευάζει. Ὁ γὰρ ταύτης ἐφιέμενος τὰς μὲν οἰκείας κρίσεις κατέλυσε· τοῦτο δὲ νενόμικε τίμιον, ὅπερ ἂν παρὰ τῶν προσ τυχόντων θαυμάζηται. Ὡς, εἴγε, πονηροὶ ὄντες ἢ ἀλόγιστοι, θαυμάζοιεν τὰ κακὰ, τοῦτο δράσει πάν τως ὁ ἐπαινούμενος, ὅπερ τοὺς κριτὰς τῶν οἰκείων ἐπιτηδευμάτων καλὸν ὑπειληφέναι νενόμικεν· ὡς εἶναι τὴν κενοδοξίαν οὐ μόνον καθαιρέτιν τῶν καλῶν πράξεων, ἀλλὰ καὶ τῶν πονηρῶν ὁδηγόν. Διὸ δὴ προσήκει, πρὸς τὸν ὀρθὸν λόγον, καὶ πρὸς τὸν Θεὸν βλέποντας τὸν τοῦ ὀρθοῦ λόγου καθηγητὴν, ταύτῃ βαδίζειν, ᾗπερ ἂν ὁ Θεὸς ὑφηγῆται· κἂν ἐπαι νῶσί τινες τὴν τοιαύτην ὁδὸν, μὴ μέγα τιθέναι τὸν ἐκείνων ἔπαινον, πρὸς τὸν ἄνωθεν ἐπαινέτην ὁρῶν τας, συγχαίρειν δὲ μόνον αὐτοῖς τῆς ὀρθῆς περὶ τὰ καλὰ κρίσεως· κἂν ψέγωσιν ἕτεροι, μηδαμῶς κατα δύεσθαι, ταλανίζειν δὲ ἐκείνους τοὺς ὀρθῆς κρίσεως ἀμοιροῦντας, καὶ σκότος διανοίας τὸ δεινότατον ὑπο μένοντας.