Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constitutiones asceticae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ὅτι οὐ χρὴ πρὸς εὐτραπελίαν βλέπειν τὸν ἀσκητήν. Εὐτραπελίας ἁπάσης ἀπέχεσθαι προσήκει. Πολλὰ γὰρ συμβαίνει τοὺς περὶ τὰ τοιαῦτα ἀσχολουμένους τοῦ ὀρθοῦ λόγου διαμαρτάνειν, τῆς ψυχῆς πρὸς γε λοιασμὸν διαχεομένης, καὶ τὸ τῆς φρονήσεως σύν νουν καὶ πεπυκνωμένον καταλυούσης. Πολλάκις δὲ τὸ κακὸν ὁδῷ βαδίζον καὶ εἰς αἰσχρολογίαν καὶ ἀτο πίαν τὴν ἐσχάτην κατέλυσεν, ὡς μὴ συμβαίνειν κατὰ ταυτὸν ψυχῆς νῆψιν καὶ εὐτραπελίας διάχυσιν. Εἰ δέ που καὶ δέοι, ὥστε μικρὸν ὑπανεῖναι τὸ σκυθρω πὸν, διὰ τῶν λόγων φαιδρύνεσθαι, ἔστω ὁ λόγος ὑμῶν χάριτος γέμων πνευματικῆς, καὶ τῷ εὐαγγε λικῷ ἅλατι ἠρτυμένος, ἵνα τῆς ἔνδοθεν σοφῆς οἰκονομίας τὴν εὐωδίαν ἐπιφέρηται, καὶ διπλῶς εὐ φραίνῃ τὸν ἀκροατὴν, τῇ τε ἀνέσει τῇ τε τῆς συν έσεως χάριτι.

Intertext edge

Open linked passage

Note