Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constitutiones asceticae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Περὶ πραότητος, καὶ τίνα τρόπον ἀγάπη συνίσταται. Πραότητος δεῖ ὅτι μάλιστα ἔμπλεον εἶναι τὸν ἀσκητήν· ἐπειδὴ τοῦ πνεύματος τῆς πραότητος ἢ μετέσχηκεν, ἢ μετασχεῖν ἐφίεται. Καὶ προσήκει τὸν τούτου ξενιστὴν τῷ ξενιζομένῳ προσεοικέναι. Εἰ δέ που καὶ ἀγανακτήσεως δέοι κατὰ τοῦ ῥᾳθυμοῦντος ὑφ' ἡμῖν δηλαδὴ τεταγμένου, ἔστω λογισμῷ κεκρα μένη ἡ ἀγανάκτησις. Καὶ γὰρ ξίφεσι κέχρηνται μὲν καὶ ἀνδροφόνοι, κέχρηνται δὲ καὶ ἰατρῶν παῖδες. Ἀλλ' οἱ μὲν, ἐπειδὴ ὀργῇ καὶ ὠμότητι τὸ ξίφος δια χειρίζονται, τὰ πάντων ἀτοπώτατα δρῶσι, τοὺς ὁμογενεῖς διαχρώμενοι· οἱ δὲ, ἐπειδὴ λογισμῷ πρὸς τὴν διὰ ξίφους ἐνέργειαν ἀφικνοῦνται, τὰ μέγι στα ἐντεῦθεν ὠφελοῦσι· τοὺς γὰρ κινδυνεύοντας περισώζουσιν. Οὕτω καὶ ὁ σὺν λόγῳ διαγανακτεῖν ἐγνωκὼς ὤνησε τὰ μεγάλα τοῦτον, καθ' οὗ ἐποιήσατο τὴν ἀγανάκτησιν, ῥᾳθυμίαν ἢ πονηρίαν ἐπανορθούμενος· ὁ δὲ ὀργῆς πάθει κεκρατημένος οὐδὲν ὑγιὲς ἀπεργάζεται. Ὅτι δὲ καὶ τοῖς πραότη τος ἐπιμελουμένοις πρέπει ἡ εὔκαιρος ἀγανά κτησις, δῆλον ἐντεῦθεν. Καὶ γὰρ Μωϋσῆς, πραότατος πάντων ἀνθρώπων μαρτυρηθεὶς, τοῦ καιροῦ καλοῦν τος, διηγανάκτησε, καὶ εἰς τοσοῦτον προὔβη κι νήσεως, ὥστε φόνῳ τῶν ὁμοφύλων ὁρίσαι τὴν ἀγα νάκτησιν· τοῦτο μὲν, ἡνίκα τὸν μόσχον ἐτέκταινον, τοῦτο δὲ, ὁπότε τῷ Βεελφεγὼρ ἐμιάνθησαν. Ὥστεἔνι, καὶ πρᾶον ὄντα, σὺν λόγῳ διαθερμαίνεσθαι, καὶ τὸ τῆς πραότητος μὴ διαφθείρειν καλόν. Τὸ δὲ ἀκί νητον μένειν, ἢ δεόντως μὴ ἀγανακτεῖν, ἀργίας τῆς φύσεως, οὐ πραότητος ἂν εἴη. Τῇ δὲ πραότητι πέφυκέ πως καὶ τὸ ἀνεξίκακον ἕπεσθαι. Πραότης γὰρ ἀνεξικακίας μήτηρ. Οὐδὲν δὲ ἧττον τοῖς κατὰ ἀλήθειαν πραέσιν, ἀλλὰ μὴ βαρύτητι πεπληγμέ νοις τὸ ἦθος, καὶ τὸ χρηστὸν συγκέκραται. Χρη στότης γὰρ ὕλη πραότητος. Ταῦτα δὲ, συγκιρνώ μενα ἀλλήλοις καὶ συντιθέμενα, τὸ κράτιστον τῶν ἀρετῶν τὴν ἀγάπην ἀποτελεῖ.

Intertext edge

Open linked passage

Note