Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Περὶ πίστεως καὶ ἐλπίδος. Πάντων μέντοι τῶν ἐγχειρημάτων ἡγείσθω πί στις ἡ εἰς Θεὸν, καὶ συνεπέσθω τὸ εὔελπι, ἵνα τῇ μὲν πίστει δύναμιν τῆς ψυχῆς ἐρειδώμεθα, τῇ δὲ εὐελπιστίᾳ πρὸς τὰ καλὰ προθυμώμεθα. Οὐδὲ γὰρ ἡ περὶ τὰ καλὰ τῶν ἀνθρώπων ἐγχείρησις δίχα τῆς ἄνωθεν βοηθείας τελειωθήσεται· οὐδὲ ἡ ἄνωθεν χά ρις ἐπὶ τὸν μὴ σπουδάζοντα παραγένοιτ' ἄν· ἀλλ' ἑκάτερα συγκεκρᾶσθαι προσήκει, σπουδήν τε ἀνθρω πίνην καὶ τὴν διὰ τῆς πίστεως ἄνωθεν καθήκουσαν συμμαχίαν εἰς τελείωσιν ἀρετῆς.