Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constitutiones asceticae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1
Πρὸς τοὺς ἐν κοινοβίῳ κανονικούς. Περὶ μὲν οὖν τοῦ καθέκαστον ἀσκητοῦ, καὶ τοῦ τὸν μονήρη βίον ἀσπασαμένου, ἐν τοῖς ἔμπροσθεν, ὡς ἐνῆν, δεδηλώκαμεν· ὅπως, τήν τε ψυχὴν πρὸς τὸ καλὸν ἐξασκῶν, καὶ τὸ σῶμα πρὸς τὸ δέον οἰκονο μῶν, δύναιτ' ἂν ἡμῖν τὸν ἀκριβῆ χαρακτηρίσαι φι λόσοφον· ἐπεὶ δὲ οἱ πλεῖστοι τῶν ἀσκητῶν κατὰ συστήματα πολιτεύονται, ἀλλήλοις τὰ φρονήματα πρὸς ἀρετὴν παραθήγοντες, καὶ τῇ τῶν κατορθωμά των ἀντιπαραθέσει παρορμῶντες ἑαυτοὺς ἐπὶ τὴν τοῦ καλοῦ προκοπὴν, δίκαιον ᾠήθημεν, καὶ τούτοις τὴν διὰ τῶν λόγων παράκλησιν εἰσενέγκασθαι. Χρὴ δὲ, πρότερον ἐγνωκότας αὐτοὺς, ὁπόσου καὶ πηλίκου μεταποιοῦνται καλοῦ, οὕτω τὴν ἐπὶ τοῦτο προ τροπὴν ὑποδέξασθαι, ἵνα προθυμίαν καὶ σπουδὴν ἐξίαν τῆς τοῦ κατορθώματος ἀρετῆς ἐπιδείξωνται. Πρῶτον μὲν οὖν ἐπὶ τὸ κατὰ φύσιν καλὸν ἐπαν έρχονται, τὴν κοινωνίαν καὶ τὴν συνδιαίτησιν ἀσπα ζόμενοι. Κοινωνίαν γὰρ βίου τελεωτάτην ἐγὼ καλῶ, ἐν ᾗ κτήσεως μὲν ἰδιότης ἐξώρισται, γνώμης δὲ ἐναντίωσις ἀπελήλαται, ταραχὴ δὲ πᾶσα, καὶ φιλο νεικία, καὶ ἔριδες ἐκ ποδῶν ἑστήκασι· κοινὰ δὲ τὰ σύμπαντα, ψυχαὶ, γνῶμαι, σώματα, καὶ ὅσοις τὰ σώματα τρέφεται καὶ θεραπεύεται· κοινὸς ὁ Θεὸς, κοινὸν τὸ τῆς εὐσεβείας ἐμπόρευμα, κοινὴ ἡ σωτη ρία, κοινὰ τὰ ἀγωνίσματα, κοινοὶ οἱ πόνοι, κοινοὶ οἱ στέφανοι, εἷς οἱ πολλοὶ, καὶ ὁ εἷς οὐ μόνος, ἀλλ' ἐν πλείοσι. Τί ταύτης τῆς πολιτείας ἴσον; τί δὲ μα καριώτερον; τί τῆς συναφείας καὶ τῆς ἑνώσεως ἀκριβέστερον; τί τῆς τῶν ἠθῶν καὶ τῶν ψυχῶν συγκράσεως χαριέστερον; Ἄνθρωποι ἐκ διαφόρωνγενῶν καὶ χωρῶν κινηθέντες εἰς τοσαύτην ἀκρίβειανταυτότητος συνηρμόσθησαν, ὥστε μίαν ψυχὴν ἐν πολλοῖς σώμασι θεωρεῖσθαι, καὶ τὰ πολλὰ σώματα μιᾶς γνώμης ὄργανα δείκνυσθαι. Ὁ ἀσθενῶν τὸ σῶμα πολλοὺς ἔχει τῇ διαθέσει συγκάμνοντας· ὁ νοσῶν καὶ καταπίπτων τῇ ψυχῇ πολλοὺς ἔχει τοὺς ἰωμένους καὶ συνδιανιστῶντας αὐτόν. Ἀλλήλων ἰσό δουλοι, ἀλλήλων κύριοι, καὶ ἐν τῇ ἀμάχῳ ἐλευθερίᾳ τὴν ἀκριβεστέραν δουλείαν ἀλλήλοις ἀντεπιδεί κνυνται, ἣν οὐκ ἀνάγκη περιστάσεως πρὸς βίαν ἐπήγαγε, πολλὴν φέρουσα τοῖς ἁλοῦσι τὴν ἀθυμίαν, ἀλλὰ γνώμης τὸ αὐθαίρετον μετ' εὐφροσύνης ἐδη μιούργησεν· ἀγάπης τοὺς ἐλευθέρους ὑποτασσούσης ἀλλήλοις, καὶ τῷ αὐθαιρέτῳ τὸ ἐλεύθερον φυλαττού σης. Τοιούτους ἡμᾶς ἐξ ἀρχῆς ὁ Θεὸς εἶναι βεβού ληται, καὶ ἐπὶ τούτοις ἐδημιούργησεν. Οὗτοι τὸ ἀρχαῖον ἀνακαλοῦνται καλὸν, τοῦ ἀρχιπάτορος Ἀδὰμ τὴν ἁμαρτίαν ἐπικαλύπτοντες. Διαίρεσις γὰρ, καὶ διάστασις, καὶ πόλεμος οὐκ ἂν ἦν ἐν ἀν θρώποις, μὴ τῆς ἁμαρτίας διατεμούσης τὴν φύσιν. Οὗτοι ἀκριβεῖς μιμηταὶ τοῦ Σωτῆρος καὶ τῆς κατ' αὐτὸν ἐν σαρκὶ πολιτείας ὑπάρχουσιν. Ὥσπερ γὰρ ἐκεῖνος, χορὸν μαθητῶν συστησάμενος, κοινὰ τὰ πάντα, καὶ κοινὸν ἑαυτὸν τοῖς ἀποστόλοις παρέσχη κεν· οὕτω καὶ οὗτοι τῷ καθηγουμένῳ πειθόμενοι, οἵγε καλῶς τὸν κανόνα τοῦ βίου διαφυλάσσοντες, τὴν τῶν ἀποστόλων καὶ τοῦ Κυρίου πολιτείαν μετ' ἀκριβείας μεμίμηνται. Οὗτοι τὴν τῶν ἀγγέλων ζωὴν ἐζηλώκασι, τὸ κοινωνικὸν, ὥσπερ ἐκεῖνοι, δι' ἀκρι βείας φυλάξαντες. Οὐκ ἔστιν ἐν ἀγγέλοις ἔρις, οὐ φιλονεικία, οὐκ ἀμφισβήτησις ἕκαστος τὰ πάντων ἔχει, καὶ πάντες ὁλόκληρα παρ' ἑαυτοῖς τὰ καλὰ ταμιεύονται. Οὐ γάρ ἐστιν ὕλη ἐμπερίγραπτος ὁ τῶν ἀγγέλων πλοῦτος, δεομένη τομῆς, ἡνίκα ἂν αὐτὴν πλείοσιν ἐπινέμεσθαι δέῃ· ἀλλ' ἄϋλος ἡ κτῆσις, καὶ διανοίας ὁ πλοῦτος. Καὶ διὰ τοῦτο παρ' ἑκάστοις ὁλόκληρα τὰ καλὰ μένοντα πάντας ἰσοτίμως πλουσίους ἐργάζεται, ἀναμφισβήτητον αὐτοῖς καὶ ἄμαχον τὴν οἰκείαν κτῆ σιν παρέχοντα. Θεωρία γὰρ τοῦ ἀνωτάτου καλοῦ, καὶ ἀρετῶν σαφεστάτη κατάληψις, τῶν ἀγγέλων ἐστὶ θησαύρισμα, πρὸς ἃ βλέπειν ἅπασιν ἔξεστιν, ὁλόκληρον αὐτῶν τὴν γνῶσιν καὶ τὴν κτῆσιν ἑκάστου λαμβάνοντος. Τοιοῦτοι οἱ κατὰ ἀλήθειαν ἀσκηταὶ, οὐ τῶν γηίνων μεταποιούμενοι, ἀλλὰ τῶν οὐρανίων ἀμ φισβητοῦντες, καὶ ἀμερίστοις διανομαῖς τὰ αὐτὰ οἱ πάντες παρ' ἑαυτοῖς ἕκαστος ὁλόκληρα θησαυρίζον τες. Ἀρετῆς γὰρ ἡ κτῆσις, καὶ κατορθωμάτων ὁ πλοῦτος, καὶ πλεονεξία ἐπαινετὴ, καὶ ἀδάκρυτος ἁρπαγὴ, καὶ ἀπληστία στεφανουμένη, καὶ ὁ μὴ βια ζόμενος ἔνοχος. Πάντες ἁρπάζοντες, καὶ οὐδεὶς ἀδι κούμενος, καὶ διὰ τοῦτο εἰρήνη τῷ πλούτῳ βρα βεύουσα. Οὗτοι τῆς ἐπηγγελμένης βασιλείας τὰ ἀγαθὰ προαρπάζουσι, τὴν ἐνάρετον ἑαυτῶν πολιτείαν καὶ κοινωνίαν ἀκριβὲς μίμημα τῆς ἐκεῖσε διαγωγῆςκαὶ καταστάσεως παριστῶντες. Οὗτοι τὴν ἀκτησίαν τελείως κατώρθωσαν, οὐδὲν ἴδιον ἔχοντες, ἀλλήλων δὲ τὰ πάντα. Ἡλίκων ἡμῖν ἀγαθῶν ἡ τοῦ Σωτῆρος ἐνανθρώπησις πρόξενος γέγονε, σαφῶς οὗτοι τῷ βίῳ τῶν ἀνθρώπων ὑπέδειξαν, τὴν διεῤῥωγυῖαν τῶν ἀν θρώπων φύσιν, καὶ εἰς μυρία κατατμηθεῖσαν, τό γε ἐπ' αὐτοῖς, πάλιν συνάγοντες πρὸς ἑαυτήν τε καὶ πρὸς τὸν Θεόν. Τοῦτο γὰρ τὸ κεφάλαιον τῆς τοῦ Σωτῆρος κατὰ σάρκα οἰκονομίας, ἵνα τὴν ἀνθρωπί νην φύσιν πρὸς ἑαυτήν τε καὶ πρὸς ἑαυτὸν συναγάγῃ, καὶ τὴν πονηρὰν κατατομὴν ἐξελὼν, τὴν ἀρχαίαν ἀνακαλέσηται ἕνωσιν· καθάπερ τις ἄριστος ἰατρὸς σῶμα κατὰ πολλὰ μέρη διαιρεθὲν φαρμάκοις σωτη ρίοις ἀνασυνδέων. Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα φιλοτιμήσωμαί τι, καὶ τοῖς λόγοις ἐπάρω τὰ τῶν κοινοβιακῶν κατ ορθώματα (οὐ γὰρ τοσαύτη δύναμις τῶν ἐμῶν λόγων, ὥστε τὰ μεγάλα σεμνύνειν, τοὐναντίον δὲ μᾶλλον καὶ ἀμαυροῦν τῇ περὶ τὴν διήγησιν ἀσθενείᾳ), ἀλλ' ἵνα, ὡς οἷόν τε, διέλθω καὶ ἐπιδείξω τὸ τοῦ κατ ορθώματος ὕψος καὶ μέγεθος. Τί γὰρ ἂν εἰς ἴσον ἔλθοι τῷ καλῷ τούτῳ διὰ συγκρίσεως; Ὅπου γὰρ πατὴρ μὲν εἷς μιμούμενος τὸν ἄνω Πατέρα, παῖδες δὲ πολλοὶ νικᾷν ἐσπουδακότες ἀλλήλους ταῖς περὶ τὸν προστάτην εὐνοίαις, παῖδες πρὸς ἑαυτούς τε ὁμονοοῦντες, καὶ τὸν πατέρα ταῖς ἐναρέτοις πράξεσι δεξιούμενοι, οὐ φύσιν τῆς συναφείας αἰτίαν ἐπιγρα φόμενοι, λόγον δὲ φύσεως βεβαιότερον τῆς ἑνώσεως ἀρχηγὸν καὶ φύλακα ποιησάμενοι, καὶ Πνεύματος ἁγίου δεσμῷ κρατούμενοι. Τίνα ἂν εἰκόνα τῶν ἐπὶ τῆς γῆς εἰς παράστασιν ἔχοιεν τῆς τοῦ κατορ θώματος ἀρετῆς; Ἀλλὰ τῶν μὲν ἐπὶ τῆς γῆς οὐδε μίαν· μόνη δὲ ἡ ἄνω λείπεται. Ἀπαθὴς ὁ ἄνω Πατήρ· δίχα πάθους καὶ οὗτος, λόγῳ τοὺς ἅπαντας προσαγόμενος. Ἄφθοροι οἱ παῖδες τοῦ ἄνω Πατρός· ἀφθορία καὶ τούτους εἰσεποιήσατο. Ἀγάπη συνδεῖ τὰ ἄνω· ἀγάπη καὶ τούτους πρὸς ἀλλήλους συνήρ μοσεν. Ὄντως ἀπαγορεύει πρὸς τὴν τοιαύτην φάλαγγα καὶ αὐτὸς ὁ διάβολος, οὐκ ἀρκῶν πρὸς το σούτους ἀγωνιστὰς, οὕτως εὐσταλῶς καὶ συγκεκρο τημένως κατ' ἐκείνου στρατεύοντας, καὶ τοσοῦτον τῇ ἀγάπῃ συνησπικότας ἀλλήλοις καὶ φραττομένους τῷ Πνεύματι, ὥστε μήτε βραχυτάτην τινὰ παρείσδυσιν ταῖς ἐκείνου βολαῖς παρασχεῖν. Σκόπει μοι τὴν τῶν ἑπτὰ Μακκαβαίων σύμφωνον ἄθλησιν, καὶ εὑρήσεις παρὰ τούτοις θερμοτέραν τὴν συμφωνίαν. Περὶ τού των Δαβὶδ ὁ προφήτης ἐν ᾠδαῖς ἀνεβόησε λέγων· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; τῷ μὲν καλῷ τὸ τοῦ βίου δόκιμον παριστὰς, τῷ δὲ τερπνῷ τὴν ἐκ τῆς ὁμονοίας καὶ τῆς ἑνώσεως εὐφροσύνην. Τοῦτον οἱ μετιόντες τὸν βίον μετὰ ἀκριβείας, ἐμοὶ δοκεῖν, τὴν ἀνωτάτω ἐζηλωκέναι ἀρετήν.

Intertext edge

Open linked passage

Note