Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Περὶ τοῦ δεῖν τὴν εὐχὴν προτιθέναι πάντων. Πᾶσα πρᾶξις, ἀγαπητὲ, καὶ πᾶς λόγος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κανών ἐστιν εὐ σεβείας τε καὶ ἀρετῆς. Διά τοι τοῦτο καὶ ἐνηνθρώπη σεν, ὡς ἐν εἰκόνι διαγράφων ἡμῖν εὐσέβειάν τε καὶ ἀρετὴν, ἵνα κατὰ δύναμιν ἕκαστος καὶ ἑκάστη ὁρῶν τες ζηλώσωμεν τὸ ἀρχέτυπον. Διὰ γὰρ τοῦτο φορεῖ τὸ ἡμέτερον σῶμα, ἵνα καὶ ἡμεῖς αὐτοῦ τὴν πολι τείαν, ὡς οἷόν τε, μιμησώμεθα. Σὺ τοίνυν, ὅταν ἀκούσῃς λόγον ἢ πρᾶξιν αὐτοῦ, μὴ παρέργως καὶ ἁπλῶς καὶ ὡς ἔτυχεν ἄκουε· ἀλλ' ἔμβαινε εἰς τὸ βάθος τῶν θεωρημάτων· γίνου κοινωνὸς τῶν μυ στικῶς παραδεδομένων. Μάρθα μὲν γὰρ τὸν Κύριον ὑποδέχεται· καθέζεται δὲ πρὸς τοὺς πόδας αὐτοῦ Μαρία· ἐν δυσὶ δὲ ἀδελφαῖς καλὴ προθυμία· διά στησον μέντοι τὰ πράγματα. Ἡ μὲν γὰρ Μάρθα διηκόνει, παρασκευάζουσα τὰ πρὸς δεξίωσιν τῆς σωματικῆς αὐτοῦ χρείας· ἡ δὲ Μαρία, καθημένη πρὸς τοὺς πόδας αὐτοῦ, ἤκουε τῶν λόγων αὐτοῦ. Ἡ μὲν οὖν ἀνέπαυε τὸ φαινόμενον, ἡ δὲ ἐδούλευε τῷ ἀοράτῳ. Ἦν γὰρ ἀληθῶς καὶ ἄνθρωπος καὶ Θεὸς ὁ παρὼν, ὁ αὐτὸς Δεσπότης ἀμφοτέρων τῶν γυναι κῶν τὴν προθυμίαν ἀπεδέξατο. Ἀλλ' ἡ μὲν Μάρθα, καμάτῳ πιεζομένη, μεσίτην γενέσθαι παρεκάλει τὸν Κύριον, ἵνα προσλάβῃ βοηθὸν τὴν ἰδίαν ἀδελφὴν τῆς διακονίας. Εἰπὲ, φησὶν, αὐτῇ, ἵνα ἀνα στᾶσα συνδιακονῇ μοι. Ὁ δὲ Κύριος πρὸς αὐτήν· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολ λά. Ἑνὸς δέ ἐστι χρεία. Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς· Οὐδὲ γὰρ ἐπὶ τοῦτο πάρεσμεν, ἵνα ἐπὶ στι βάσιν ἀναπέσωμεν, καὶ τὴν κοιλίαν θρέψωμεν· ἀλλὰ πάρεσμεν, ἵνα ὑμᾶς θρέψωμεν λόγῳ ἀληθείας καὶ θεωρίᾳ μυστηρίων. Τὴν μὲν οὖν οὐκ ἀπέστρεψενἀφ' ὧν ἐποίει, τὴν δὲ ἀπεδέξατο ἐφ' οἷς προσεῖχεν. Ὅρα μοι τοίνυν τὰς δύο μερίδας διὰ τῶν δύο γυναι κῶν εἰσαγομένας· τὴν μὲν μίαν ἐλάττω, τὴν δια κονίαν τὴν σωματικωτέραν ἑλομένην, πλὴν ὅτι καὶ αὐτὴν χρησιμωτάτην· τὴν δὲ ἀναβεβηκυῖαν τῇ θεωρίᾳ τῶν μυστηρίων κρείττονα καὶ πνευματι κωτέραν. Ταῦτα σὺ ὁ ἀκροατὴς πνευματικῶς ἐκλάμβανε, καὶ ὃ θέλεις ἔκλεξαι. Εἰ μὲν βούλῃ διακονεῖν, διακόνει ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ. Αὐτὸς γὰρ ἔλεγεν· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Κἂν γὰρ ξένους δέχῃ, κἂν πτωχοὺς ἀναπαύῃς, κἂν τοῖς ὀδυνωμένοις ἐπικάμπτῃ, κἂν τοῖς ἐν ἀνάγκῃ καὶ συμφορᾷ χεῖρα βοηθείας ὀρέγῃς, κἂν ἀῤῥώστοις ὑπηρετῇς, πάντα εἰς ἑαυτὸν ὁ Χριστὸς ἀναδέχεται. Εἰ δὲ θέλῃς τὴν Μαρίαν ζηλῶσαι καταλελοιπυῖαν τὴν τοῦ σώματος διακονίαν, ἀναβᾶσαν δὲ εἰς θεω ρίαν τῶν πνευματικῶν θεαμάτων, γνησίως μέτελθε τὸ πρᾶγμα. Κατάλιπε τὸ σῶμα, ἔασον γεωργίαν, ὀψοποιίαν τε καὶ παρασκευήν· κάθισον δὲ παρὰ τοὺς πόδας τοῦ Κυρίου, καὶ ἄκουσον αὐτοῦ τῶν λόγων, ἵνα κοινωνὸς γένῃ τῶν τῆς θεότητος μυστηρίων. Ἡ γὰρ θεωρία τῶν Ἰησοῦ μαθημάτων ἀναβέβηκε τοῦ σώματος τὴν διακονίαν. Ἔλαβες τοίνυν, ἀγαπητὲ, τὰ ὑποδείγματα καὶ τὴν ἀπόδειξιν. Ζήλωσον ἃ θέλεις, ἢ διάκονος ἔσο πτωχῶν, ἢ ἐραστὴς δογμάτων Χριστοῦ. Εἰ δὲ δύνα σαι ἀμφότερα ζηλῶσαι, ἑκατέρωθεν ἀποφέρῃ τὸν καρπὸν τῆς σωτηρίας. Πρῶτος μέντοι ἐστὶν ὁ πνευ ματικὸς λόγος, τὰ δὲ λοιπὰ πάντα δεύτερα. Μαρία γὰρ, φησὶ, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Ἂν τοίνυν καὶ σὺ θέλῃς μύστης εἶναι Χριστοῦ, παρακαθέζῃ μὲν αὐτοῦ τοῖς ποσὶ, δέχῃ δὲ αὐτοῦ τὸ Εὐαγγέλιον, καταλείψεις αὐτοῦ ὅλον τὸν βίον, καὶ ἀμερίμνως διοί σεις· ἐπιλησθήσῃ δὲ καὶ τοῦ ἰδίου σώματος, καὶ οὕτω δυνήσῃ προσδιαλέγεσθαι αὐτοῦ τοῖς θεωρήμα σιν, ἵνα ζηλώσῃς Μαρίαν, καὶ τὴν ἀνωτάτω καρπώσῃ δόξαν. Προσευχόμενος δὲ, ὅρα μὴ ἄλλα ἀντ' ἄλλων αἰτήσῃς, καὶ παροργίσῃς τὸν Κύριον, μὴ χρήματα, μὴ δόξαν ἀνθρωπίνην, μὴ δυναστείαν, μὴ ἄλλο τι τῶν παρερχομένων· ἀλλὰ αἴτει τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ πάντα τὰ πρὸς τὴν χρείαν τοῦ σώματος αὐτός σοι παρέξει, καθώς φησιν αὐτὸς ὁ Κύριος· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δι καιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσε ται ὑμῖν. Προσευχῆς δὲ, ἀγαπητὲ, δύο εἰσὶ τρόποι· ὁ μὲν ὁ τῆς δοξολογίας μετὰ ταπεινοφροσύνης· δεύ τερος δὲ ὁ τῆς αἰτήσεως ὑποβεβηκώς. Προσευχόμενος οὖν, μὴ εὐθέως ἐπὶ αἴτησιν ἔρχου· εἰ δὲ μήγε, δια βάλλεις σου τὴν προαίρεσιν, ὡς ὑπὸ τῆς χρείας ἀναγκαζόμενος προσεύχῃ τῷ Θεῷ. Ἀρχόμενος τοίνυν προσευχῆς, κατάλιπε σεαυτὸν, γυναῖκα, τέκνα· ἔασον τὴν γῆν, ὑπέρβηθι οὐρανὸν, κατάλιπε πᾶσαν τὴνκτίσιν ὁρατήν τε καὶ ἀόρατον, καὶ ἄρξαι ἀπὸ δοξο λογίας τοῦ ποιήσαντος τὰ πάντα, καὶ ὅταν δοξολογή σῃς αὐτὸν, μὴ πλανώμενος τὸν νοῦν ὧδε κἀκεῖσε, μηδὲ Ἑλληνικῶς μυθολογῶν, ἀλλ' ἀπὸ τῶν ἁγίων Γραφῶν ἐκλεγόμενος, καὶ λέγων· Εὐλογῶ σε, Κύριε, τὸν μακρόθυμον, καὶ ἀνεξίκακον, τὸν καθ' ἑκάστην ἡμέραν μακροθυμοῦντά μοι πλημμελοῦντι, καὶ δόντα ἐξουσίαν πᾶσιν ἡμῖν μετανοίας. Διὰ γὰρ τοῦτο σιω πᾷς, καὶ ἀνέχῃ ἡμῶν, Κύριε, ἵνα σε δοξολογῶμεν τὸν οἰκονομοῦντα τοῦ γένους ἡμῶν τὴν σωτηρίαν· ποτὲ μὲν διὰ φόβων, ἄλλοτε δὲ διὰ παραινέσεων, ποτὲ δὲ διὰ προφητῶν, ὕστερον δὲ διὰ τῆς παρουσίας τοῦ Χριστοῦ σου ἐπισκεψάμενος ἡμᾶς. Σὺ γὰρ ἔπλασας ἡμᾶς, καὶ οὐχ ἡμεῖς. Σὺ εἶ ὁ Θεὸς ἡμῶν. Ὅταν δὲ δοξολογήσῃς ἀπὸ τῶν Γραφῶν, ὡς δύνα σαι, καὶ ἀναπέμψῃς αἶνον πρὸς τὸν Θεὸν, τότε ἄρ χου μετὰ ταπεινοφροσύνης, καὶ λέγε· Ἐγὼ μὲν, Κύριε, οὐκ εἰμὶ ἄξιος ἐπὶ σοῦ φθέγξασθαι, διότι σφόδρα ἁμαρτωλὸς τυγχάνω. Κἂν μὴ σύνοιδάς τι σεαυτῷ φαῦ λον, οὕτω χρή σε λέγειν. Οὐδεὶς γὰρ ἀναμάρτητος εἰ μὴ μόνος ὁ Θεός. Πολλὰ γὰρ ἁμαρτάνοντες, τὰ πλεῖστα οὔτε συνίεμεν. Διὰ τοῦτο φησὶν ὁ Ἀπόστολος· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· τουτέστι, πολλὰ ἁμαρτάνω, καὶ οὐ συνιῶ. Ὅθεν καὶ ὁ Προφήτης φησί· Παραπτώματα τίς συνήσει; Ὥστε οὖν οὐ ψεύδῃ ἁμαρτωλὸν σεαυτὸν εἰπών. Εἰ γὰρ συνιεῖς, καὶ αὐτῷ τούτῳ ἁμαρτάνεις, τῷ λέγειν, ὅτι Οὐκ εἰμὶ ἁμαρτωλός· ἀλλὰ μᾶλλον λέγε, ὅτι Ὑπὲρ τοὺς ἁμαρτωλοὺς πάντας ἐγώ εἰμι ὁ παρα βαίνων τὸ θεῖον πρόσταγμα τὸ κελεῦον· Ὅταν πάντα κατορθώσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὀφείλομεν ποιῆσαι, πεποιήκαμεν. Οὕτω σε δεῖ λογίζεσθαι διαπαντὸς, ὅτι Ἀχρεῖός εἰμι· καὶ πάλιν· Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερ έχοντας ἑαυτῶν. Προσεύχου οὖν τῷ Θεῷ μετὰ φόβου καὶ ταπεινοφροσύνης. Ὅταν οὖν ἀποτείνῃς λόγον τα πεινοφροσύνης, καὶ εἴπῃς· Εὐχαριστῶ σοι, Κύριε, ὅτι μου ἐμακροθύμησας τοῖς παραπτώμασι, καὶ ἕως τοῦ νῦν ἀτιμώρητόν με εἴασας· ἐγὼ μὲν γὰρ ἄξιος ἤμην πάλαι μυρία δεινὰ παθεῖν, καὶ ἀποῤῥιφῆναι ἀπὸ τοῦ προσώπου σου, ἡ δὲ ἀνεξίκακός σου φιλανθρω πία ἐμακροθύμησεν ἐπ' ἐμοί· εὐχαριστῶ σοι, εἰ καὶ μὴ τυγχάνω αὐτάρκης πρὸς εὐχαριστίαν τῆς σῆς ἀνεξικακίας· καὶ ὅταν τὰ δύο μέρη ἀποπληρώσῃς τῆς δοξολογίας καὶ ταπεινοφροσύνης, τότε λοιπὸν αἴ τησον ὃ ὀφείλεις αἰτῆσαι· μὴ πλοῦτον, καθὼς προεῖ πον, μὴ δόξαν ἐπίγειον, μὴ ὑγείαν σώματος. Αὐτὸς γάρ σε ἔπλασε, καὶ κήδεταί σου τῆς σωτηρίας, καὶ οἶδε πῶς ἑκάστῳ συμφέρει, εἴτε ὑγιαίνειν, εἴτε ἀσθενεῖν· ἀλλ' αἴτει, καθὼς προσετάχθης, τὴν βασι λείαν τοῦ Θεοῦ. Περὶ γὰρ τῆς χρείας τοῦ σώμα τός σου, καθὼς προέφην, αὐτὸς φροντίσει. Ἀξιωμα τικώτατος γάρ ἐστιν ὁ βασιλεὺς ἡμῶν, καὶ ἀγα νακτεῖ, ἐάν τις αὐτὸν μικρόν τι αἰτήσῃ, ἐάν τις ἡμῶν περὶ τῶν οὐδὲν προσηκόντων αὐτὸν αἰτῇ. Μὴ τοίνυν ἐν τῇ προσευχῇ σου ἀγανάκτησιν σεαυτῷ προσαγάγῃς, ἀλλ' αἴτησον σεαυτῷ ἄξια τοῦ βασιλέως Θεοῦ. Αἰτῶν δὲ τὰ ἄξια τοῦ Θεοῦ, μὴ ἀποστῇς, ἕως ὅτου λάβῃς. Τοῦτο γὰρ αἰνιττόμενος ὁ Κύριός φησιν ἐν τῷ Εὐαγγελίῳ· Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πο ρεύσεται πρὸς αὐτὸν μεσονυκτίῳ, καὶ ἐρεῖ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι παρεγένετο ἐξ ὁδοῦ, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθῇ· Μή μοι κό πους πάρεχε· ἤδη γὰρ ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ' ἐμοῦ ἐν τῇ κοίτῃ εἰσὶν, οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ, ἀναστὰς διὰ τὸ φίλον αὐτοῦ εἶναι, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὅσων χρῄζει. Ὑπόδειγμα ἡμῖν δίδωσιν ὁ Κύριος, ἵνα διδάξῃ ἡμᾶς εὐτόνους εἶναι καὶ φιλονείκους ἐν πίστει. Ὑπό δειγμα γὰρ λαμβάνει ἀπὸ ἀνθρώπου πρὸς ἄνθρωπον, ἵνα μάθῃς μὴ ἀπαγορεύειν ποτέ· ἵνα, ὅταν αἰτήσῃς, καὶ μὴ λάβῃς, μὴ ἀποστῇς ἕως ὅτου λάβῃς, πλὴν, καθὼς προεῖπον, ἐὰν αἰτῇς ἅπερ ὁ Θεὸς θέλει· καὶ μὴ εἴπῃς, ὅτι Ἁμαρτωλός εἰμι, καὶ οὐκ ἀκούομαι. Ἵνα γὰρ μὴ ἀπογινώσκῃς, διὰ τοῦτό φησιν· Εἰ καὶ μὴ διὰ τὸ φίλον αὐτοῦ εἶναι δώσει αὐτῷ, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ ὅσων χρῄζει. Λοιπὸν κἂν μὴν παρέλθοι, κἂν ἐνιαυτὸς, κἂν τριετὴς, κἂν τετραετὴς χρόνος, κἂν πλείονα ἔτη, ἕως ὅτου λάβῃς, μὴ ἀναχωρήσῃς, ἀλλὰ μετὰ πίστεως αἴ τει, διαπαντὸς τὸ ἀγαθὸν ἐργαζόμενος. Πολλάκις γάρ τις ἐξ ἡμῶν ἐν νεότητι ἀντεποιήθη σωφροσύνης, εἶτα ὑπεισῆλθεν ἡ ἡδονὴ, ἐκινήθησαν αἱ κατὰ φύσιν ἐπιθυμίαι, ἠσθένησεν ἡ προσευχὴ, ἐπεβλήθη τῇ νεό τητι οἶνος, ἀπώλετο ἡ σωφροσύνη, καὶ γέγονεν ὁ ἄν θρωπος ἄλλος ἀντ' ἄλλου. Οὕτως αἱ μεταβολαὶ γίνον ται, διὰ τὸ μὴ γενναίῳ λογισμῷ ἀνθίστασθαι τοῖς πάθεσι. Δεῖ οὖν τὰ μὲν παρ' ἑαυτοῦ εἰσφέρειν πάντα, βοᾷν δὲ πρὸς τὸν Θεὸν, ἵνα συμμαχήσῃ αὐτῷ. Ἐὰν γάρ τις χαυνότητι ἐκδώσει ἑαυτὸν ταῖς ἐπιθυμίαις, καὶ ἑαυτὸν προδώσει τοῖς ἐχθροῖς, τούτῳ ὁ Θεὸς οὐ συμμαχεῖ, οὐδὲ εἰσακούει· προλαβὼν γὰρ διὰ τῆς ἁμαρτίας ἠλλοτρίωσεν ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ. Ὁ γὰρ θέλων βοηθεῖσθαι ὑπὸ τοῦ Θεοῦ, τὸ πρέπον οὐ προδίδωσιν· ὁ δὲ τὸ πρέπον μὴ προδιδοὺς οὐ προδίδοταί ποτε ὑπὸ τῆς θείας συμμαχίας. Χρὴ τοί νυν ἐν μηδενὶ καταγινώσκεσθαι ὑπὸ τοῦ ἰδίου συνειδό τος, καὶ οὕτως τὴν θείαν συμμαχίαν ἐπικαλεῖσθαι· ἐπικαλεῖσθαι δὲ μὴ ῥᾳθύμως, μὴ μετεωριζομένῳ τῷ νῷ ὧδε κἀκεῖσε· ὁ γὰρ τοιοῦτος οὐ μόνον οὐ λήψε ται τὸ αἴτημα, ἀλλὰ καὶ μειζόνως παροξυνεῖ τὸν Δεσπότην. Εἰ γὰρ, ἐπὶ ἄρχοντός τις ἑστὼς καὶ διαλε γόμενος, μετὰ πολλοῦ φόβου ἵσταται, ἀμετεώριστον ἔχων καὶ τὸ ἔξωθεν ὄμμα καὶ τὸ τῆς ψυχῆς ἔνδοθεν, μήποτε κινδυνεύσῃ· πόσῳ μᾶλλον ἐπὶ Θεοῦ χρὴ ἑστάναι μετὰ φόβου καὶ τρόμου, ὅλον τὸν νοῦν τετα μένον ἔχοντα πρὸς αὐτὸν μόνον, καὶ ἀλλαχοῦ μηδα μοῦ; Διότι αὐτὸς οὐ μόνον τὸν ἔξωθεν ἄνθρωπον βλέ πει, καθὼς οἱ ἄνθρωποι, ἀλλὰ καὶ τὸν ἔνδοθεν καθορᾷ. Ἐὰν τοίνυν οὕτως, ὡς χρὴ, στήκῃς ἐνώπιον τοῦ Θεοῦ, καὶ τὰ παρὰ σεαυτοῦ πάντα εἰσφέρῃς, μὴ ἀπο στῇς, ἕως ὅτου λάβῃς τὸ αἴτημά σου· ἐὰν δὲ καταγι νώσκῃ ὑπὸ τοῦ συνειδότος σου ὡς καταφρονῶν, καὶ ἐὰν μετεώρως στήκῃς εἰς εὐχὴν, δυνάμενος ἀμετεω ρίστως στῆναι, μὴ τολμήσῃς στῆναι ἐνώπιον τοῦ Θεοῦ, ἵνα μὴ γένηται ἡ προσευχή σου εἰς ἁμαρτίαν. Εἰ δὲ, ἐξασθενήσας ὑπὸ τῆς ἁμαρτίας, ἀπερισπάστως οὐ δύνασαι εὔχεσθαι, ὅσον δύνασαι σεαυτὸν βιάζου, καὶ προσκαρτέρει στήκων ἐνώπιον τοῦ Θεοῦ, τὸν νοῦν πρὸς αὐτὸν ἔχων, καὶ ἐπισυνάγων αὐτὸν πρὸς ἑαυτὸν, καὶ ὁ Θεὸς συγγνώμην ποιεῖ, ὅτι οὐκ ἀπὸ κα ταφρονήσεως, ἀλλὰ ἀπὸ ἀσθενείας οὐκ ἰσχύεις, ὡς χρὴ, στήκειν ἐνώπιον τοῦ Θεοῦ. Ἐὰν οὕτω βιάζῃ ἑαυτὸν εἰς πᾶν ἔργον ἀγαθὸν, μὴ ἀποστῇς, ἕως ὅτου λάβῃς τὸ αἴτημά σου, ἀλλὰ μακροθύμως κροῦε τὴν θύραν αὐτοῦ, αἰτῶν τὸ αἴτημά σου. Πᾶς γὰρ ὁ αἰ τῶν λαμβάνει, φησὶ, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Τίνος γὰρ ἄλλου θέλεις τυχεῖν εἰ μὴ μόνης τῆς κατὰ Θεὸν σωτηρίας; Θέλεις μαθεῖν, ἀγαπητὲ, πῶς ἐμακροθύμουν οἱ ἅγιοι, καὶ οὐκ ἀπεγίνωσκον; Τὸν Ἀβραὰμ ὁ Θεὸς νεώτερον ἐκάλεσε, καὶ ἐκ τῆς Ἀσσυρίων γῆς μετ έθηκεν αὐτὸν εἰς τὴν Παλαιστίνην, φήσας αὐτῷ· Σοὶ δώσω τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου μετὰ σέ· καὶ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, οὕτως ἔσται τὸ σπέρμα σου, ὃ οὐκ ἐξαριθμηθήσεται. Καὶ παρῆλθε πολὺς ἐτῶν ἀριθμὸς, καὶ ἐνεκρώθη μὲν αὐτοῦ ἡ φύ σις, ἐν προθύροις δὲ ἡ τελευτὴ, καὶ οὐκ εἶπεν, ὅτι, Κύριε, ἀεί μοι παῖδας ἐπαγγέλλῃ, καὶ πατέρα με ἔσεσθαι πάντων τῶν ἐθνῶν προλέγεις. Νεκράμου διὰ γῆρας τῆς φύσεως τὰ κινήματα, καὶ Σάῤῥα, ἡ γυνή μου, οὐκέτι ὑπομένει τι γυναικεῖον διὰ τὸ γῆρας· ὥστε ψευδὴς ἡ ἐπαγγελία. Δύο γὰρ γέροντες ποίαν ἐλπίδα ἔχομεν; Οὐκ εἶπε ταῦτα, οὐκ ἐνενόη σεν, ἀλλ' ἔμενεν ἀσάλευτος τῇ πίστει· καὶ τῇ μὲν ἡλικίᾳ ἐγήρασκεν, ἡ δὲ ἐλπὶς ἐνέαζε. Καὶ τὸ μὲν σῶμα εἰς ἀτονίαν ἤρχετο, καὶ ἀπόγνωσιν ἐνεποίει, ἡ δὲ πίστις ἐνεύρου καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα. Θεὸς, φησὶν, ἐστὶν ὁ ἐπαγγειλάμενος, ὁ Δεσπότης τῆς φύσεως, καὶ ἄλλως γενέσθαι οὐ δύναται. Αὐτός ἐστιν ὁ καὶ τὰ ἀδύνατα δυνατὰ ποιῶν· δίοτι ποιεῖ πάντα, καὶ μετασκευάζει ὡς βούλεται. Μιμοῦ τὴν πίστιν τοῦ Ἀβραάμ. Ὅτε οὖν ἠσθένησεν ἡ φύσις, καὶ ἐνεκρώθη τὰ κινήματα, τότε ἔζησεν ἡ ἐπαγγε λία τοῦ Θεοῦ. Δέχου τὰ ὑποδείγματα. Ἡμεῖς δὲ ἐνιαυτὸν προσευχόμεθα, καὶ ἀναχωροῦμεν· δύο ἔτη νηστεύομεν, καὶ παυόμεθα. Μὴ οὖν ἀτονήσωμεν πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ. Καὶ γὰρ ὁ ἐκείνῳ ἐπαγγειλάμενος πληθύνειν τὸ σπέρμα αὐτοῦ, καὶ ἡμῖν ἐπηγγείλατο αἰτοῦσι παρέχειν τὸ αἴτημα ἡμῶν. Φησὶ γάρ· Δεῦτε πάντες πρὸς μὲ, οἱ κοπιῶν τες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Μακρὰν γάρ σου ὄντος ἀπ' αὐτοῦ, κοπιῶντά τε καὶ πεφορτισμένον τὸ βαρύτατον φορτίον τῆς ἁμαρ τίας, ἐλεήσας σε προσεκαλέσατο, ὥστε κουφίσαι σε τοῦ φορτίου, καὶ ἀνάπαυσιν τοῦ λοιποῦ χαρίσασθαι· καὶ σὺ οὐ πιστεύεις αὐτῷ; Ἀλλὰ γὰρ, κἂν σιωπᾷν θέλωμεν, ἐλεγχόμεθα ὑπὸ τοῦ συνειδότος ἡμῶν. Οὐ γὰρ ἀπιστοῦμεν αὐτῷ ὡς μὴ δυναμένῳ ἀναπαῦσαι ἡμᾶς, ἀλλὰ περιστελλόμεθα ἆραι τὸν ζυγὸν αὐτοῦ ἐφ' ἑαυτῶν, τὸν χρηστὸν καὶ ἐλαφρὸν, καὶ διὰ τῆς στενῆς πύλης εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρα νῶν· αἱρούμεθα δὲ μᾶλλον τὸ τῶν ἁμαρτιῶν φορτίον βαστάζειν, καὶ διὰ τῶν ἐν ἡδονῇ παθημάτων τὴν εὐρύχωρον ὁδὸν βαδίζειν, καὶ διὰ τῆς πλατείας πύ λης εἰσέρχεσθαι εἰς τὴν ἀπώλειαν. Ἀλλὰ πολλάκις, φησὶν, ᾔτησα, καὶ οὐκ ἔλαβον. Πάντως ὅτι κα κῶς ᾔτησας, ἢ ἀπίστως, ἢ μετεώρως, ἢ τὰ μὴ συμ φέροντά σοι Εἰ δὲ καὶ τὰ συμφέροντα πολλάκις ᾔτη σας, ἀλλ' οὐ παρέμεινας. Γέγραπται γὰρ, ὅτι Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Οἶδεν ὁ Θεὸς τῶν προσευχομένων τὴν καρδίαν. Τί οὖν, φησὶ, τῆς ἡμῶν χρείαν ἔχει αἰτήσεως ὁ Θεός; Οὐκ οἶδεν ὧν χρείαν ἔχομεν; Τίς οὖν χρεία αἰτήσεως; Οἶδε μὲν ὁ Θεὸς ὧν χρῄζομεν, καὶ πάντα τὰ σωματικὰ πλουσίως ἡμῖν παρέχει εἰς ἀπόλαυσιν, καὶ ἀγαθὸς ὑπάρχων, βρέχει ἐπὶ δικαίους καὶ ἀδί κους, καὶ τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺςκαὶ ἀγαθοὺς, καὶ πρὸ τοῦ αἰτῆσαι ἡμᾶς· τὴν δὲ πίστιν, καὶ τὰ κατορθώματα τῆς ἀρετῆς, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ αἰτήσῃς μετὰ καμά του καὶ παραμονῆς πολλῆς, οὐ λαμβάνεις. Δεῖ γὰρ πρότερον ποθῆσαι, ποθήσαντα δὲ ζητῆσαι ἐξ ἀλη θείας ἐν πίστει καὶ ὑπομονῇ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα· ἐν μηδενὶ κρινόμενον ὑπὸ τοῦ ἰδίου συνειδότος, ὡς ἢ ἀμελῶς ἢ ῥᾳθύμως αἰτοῦντος, καὶ τότε λαβεῖν, ὅτε θέλει ὁ Κύριος. Κρεῖσσον γάρ σου οἶδε τὰ συμφέροντά σοι. Καὶ ἴσως διὰ τοῦτο ἀναβάλ λεται διδόναι, τὴν πρὸς αὐτὸν προσεδρίαν σου σοφι ζόμενος· καὶ ἵνα γνῷς, τί ἐστι δῶρον Θεοῦ, καὶ φυ λάξῃς τὸ δοθὲν μετὰ φόβου. Πᾶν γὰρ ὃ μετὰ πολλοῦ καμάτου τις κτᾶται, σπουδάζει τοῦτο φυλάττειν, ἵνα μὴ, ἀπολέσας αὐτὸ, ἀπολέσῃ καὶ τὸν πολὺν αὐτοῦ κάματον, καὶ τὴν χάριν τοῦ Θεοῦ ἀθετήσας, ἀνάξιος γένηται τῆς αἰωνίου ζωῆς. Τί γὰρ ὠφέλησε τὸν Σολο μῶντα ταχέως λαβόντα τὴν χάριν τῆς σοφίας, καὶ ἀπολέσαντα αὐτήν; Μὴ οὖν ὀλιγοψύχει, εἰ μὴ λάβῃς ταχέως τὸ αἴ τημα. Εἰ γὰρ ᾔδει ὁ ἀγαθὸς Δεσπότης, ὅτι, τα χέως λαμβάνων τὴν χάριν, οὐκ ἀπολεῖς αὐτὴν, ἕτοι μος ἦν καὶ πρὸ τοῦ αἰτῆσαί σε αὐτὴν παρασχεῖν. Νῦν δὲ κηδόμενός σου τοῦτο ποιεῖ. Εἰ γὰρ ὁ λαβὼν τὸ τάλαντον, καὶ σῶον αὐτὸ φυλάξας, διότι μὴ ἐπρα γματεύσατο αὐτὸ, κατεκρίθη· πόσῳ μᾶλλον κατα κριθήσεται ὁ ἀπολέσας αὐτό; Ταῦτα οὖν εἰδότες, εἴτε ταχύτερον εἴτε βραδύτερον λάβωμεν, μείνωμεν εὐχαριστοῦντες τῷ Κυρίῳ· ὅτι πάντα ὅσα ποιεῖ ὁ Δεσπότης, ὑπὲρ τῆς ἡμῶν σωτηρίας οἰκονομεῖ· μό νον ἡμεῖς μὴ ὀλιγοψυχήσαντες παυσώμεθα τῆς αἰτή σεως. Διὰ γὰρ τοῦτο τὴν παραβολὴν εἶπεν ὁ Κύριος περὶ τῆς χήρας, ἣ διὰ τῆς παραμονῆς αὐτῆς ἐπ έκαμψε τὸν ἄνομον κριτὴν, ἵνα καὶ ἡμεῖς διὰ τῆς παραμονῆς λαμβάνωμεν τὰ αἰτήματα ἡμῶν. Ἔνθεν γὰρ καὶ ἡ πίστις ἡμῶν καὶ ἡ ἀγάπη ἡ πρὸς τὸν Θεὸν δείκνυται, ὅταν, καὶ μὴ λαμβάνοντες ταχὺ, μένωμεν εὐχαριστοῦντες αὐτῷ. Εὐχαριστήσωμεν οὖν αὐ τῷ διαπαντὸς, ἵνα καταξιωθῶμεν ἐπιτυχεῖν τῶν αἰω νίων αὐτοῦ ἀγαθῶν· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.