Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constitutiones asceticae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Ὅτι οὐ χρὴ τὰς πρὸς τοὺς βιωτικοὺς συγγενεῖς μεταδιώκειν ὁμιλίας, ἢ τὰ ἐκείνων φροντίζειν. Συγγενῶν μέντοι καὶ φίλων καὶ γονέων κεχω ρίσθαι τοσοῦτον τῇ διαθέσει προσήκει, ὅσον τοὺς τεθνεῶτας ὁρῶμεν τῶν ζώντων ἀφεστηκότας. Καὶ γὰρ ὁ κατὰ ἀλήθειαν πρὸς τοὺς κατ' ἀρετὴν ἀγῶνας ἀποδυσάμενος, καὶ τῷ κόσμῳ παντὶ μετὰ τῶν ἐν τῷ κόσμῳ πάντων ἀποταξάμενος, καὶ σταυ ρώσας ἑαυτὸν, ἵνα τὸ πλῆρες εἴπω, τῷ κόσμῳ, τέ θνηκε τῷ κόσμῳ, καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ, κἂν γονεῖς ὦσι, κἂν ἀδελφοὶ, κἂν τρίτον ἢ τέταρτον ἢ πολλοστὸν βαθμὸν τῆς συγγενείας ἐπέχοντες. Εἰ μὲν οὖν μετασταῖεν οἱ γεγεννηκότες τοῦ βίου, καὶ πρὸς τὴν πολιτείαν τοῦ παιδὸς μετατάξαιντο, ἀληθῶς εἰσι συγγενεῖς· οὐ τὴν γονέων, ἀλλὰ τὴν ἀδελφῶν τάξιν ἐπέχοντες. Πατὴρ γάρ ἐστιν ἀληθέστατος, πρῶτος μὲν ὁ τῶν ἁπάντων Πατήρ· ὁ δεύτερος δὲ μετ' ἐκεῖνον ὁ τῆς πνευματικῆς καθηγούμενος πολιτείας. Εἰ δὲ μένοιεν οἱ συγγενεῖς τὸν πρότερον ἀσπασάμενοι βίον, μέρος εἰσὶ τοῦ κόσμου, οὗ ἡμεῖς κεχωρίσμεθα, καὶ κατ' οὐδὲν προσήκοντες τὸν κατὰ σάρκα ἄνθρω πον ἀποθεμένοις, καὶ ἀποδυσαμένοις τὴν πρὸς ἐκεί νους οἰκείωσιν. Ὁ δὲ τὴν τῶν βιωτικῶν φιλίαν μετὰ ἀκριβείας κατασπαζόμενος, καὶ τούτοις διαπαντὸς προσομιλεῖν ἐφιέμενος, τὰς ἐκείνων διαθέσεις διὰ τῆς συνεχοῦς ὁμιλίας εἰς τὴν ψυχὴν εἰσῳκίσατο. Πάλιν τε τοῦ κοσμικοῦ φρονήματος ἀναπλησθεὶς τὴν διάνοιαν, τῆς ἀγαθῆς ἐνστάσεως ἀποπέπτωκε, καὶ τοῦ πνευματικοῦ φρονήματος ἐχωρίσθη, καὶ τὸν πρότερον ἔμετον ἀνεμάξατο τῇ ψυχῇ, καὶ παρὰ τοῦ ἐχθροῦ τέτρωται, διὰ τῆς σαρκικῆς συγγενείας τὴν πνευματικὴν πολιτείαν ἐπιθολώσαντος. Τοῖς μὲν οὖν συγγενέσιν εὐχώμεθα τὰ βέλτιστα, δικαιοσύνην, φημὶ, καὶ εὐσέβειαν, καὶ ταῦτα, ἅπερ ἡμεῖς τίμια πεποιήμεθα. Ταῦτα γὰρ ἡμῖν πρέπον εὔχεσθαι, κἀκείνοις παρ' ἡμῶν καρποῦσθαι συμφέ ρον. Αὐτοὶ δὲ τῆς περὶ ἐκείνων φροντίδος τε καὶ μερίμνης τοὺς λογισμοὺς ἀπολύσωμεν. Ὁ γὰρ διά βολος, θεασάμενος ἀποδυσαμένους ἡμᾶς πᾶσαν φρον τίδα βιωτικὴν, καὶ εὐσταλεῖς ἐπὶ τὸν οὐρανὸν τρέ χοντας, τὴν περὶ τοὺς συγγενεῖς ἡμῖν ἐνεργασάμενος ἔννοιαν, τά τε ἐκείνων φροντίζειν παρασκευάσας, καὶ εἰς τὰς βιωτικὰς φροντίδας τὸν λογισμὸν μερι μνᾷν παρασκευάζει· τίς μὲν ἡ τῶν οἰκείων περιου σία, καὶ εἰ αὐτάρκης, ἢ ἐνδεὴς, τίνα δὲ τὰ ἐκ τῶν συναλλαγμάτων αὐτοῖς προσγενόμενα κέρδη, καὶ ἐπὶ πόσον τὸν πλοῦτον αὐξάνοντα· τίνες δὲ ἐκ τῶν τοῦ βίου περιστάσεων ζημίαι προσπίπτουσαι, καὶ πόσον τὴν ὑπάρχουσαν ἐλαττοῦσαι περιουσίαν. Καὶ συν ήδεσθαι μὲν ποιεῖ ταῖς εὐπορίαις αὐτῶν, συναθυ μεῖν τε ταῖς ἀστοχίαις, συνεχθραίνειν δὲ τοῖς ἐχθροῖς (καὶ τοῦτο, κελευομένους μηδένα ἔχειν ἐχθρὸν), καὶ συγχαίρειν τοῖς φίλοις οὐκ ἀξίοις οὖσι πολλάκις τῆς πνευματικῆς οἰκειώσεως, χαίρειν δὲ καὶ ἐπὶ τοῖς ἀδίκοις αὐτῶν καὶ παραλόγοις κέρδεσι, καὶ πάσας τὰς πονηρὰς τῶν βιωτικῶν ὑποθέσεων διαθέσεις, ἃς ἀποδυσάμενοι, τὰς πνευματικὰς ἐννοίας εἰσῳκισά μεθα, πάλιν ἐπεισάγει τοῖς λογισμοῖς, καὶ τὸ ὑλικὸν καὶ κοσμικὸν φρόνημα τῇ ψυχῇ πάλιν ἐνεργασάμενος, τὸν ἔνδον ἀσκητὴν καταλύει, καὶ ἀνδριάντα μόνον ἀσκητοῦ τὸ σχῆμα περιφέρειν παρασκευάζει, μηδα μοῦ ἐψυχωμένον ταῖς ἀρεταῖς. Πολλάκις δὲ διὰ τὰς περὶ τοὺς συγγενεῖς ἐπιταθείσας εὐνοίας ἐτόλμησεν ὁ ἀσκητὴς καὶ ἱεροσυλίαν ἐργάσασθαι, ὥστε τὴν τῶν συγγενῶν ἔνδειαν θεραπεῦσαι. Τὰ γὰρ εἰς τοὺς ἁγίους, τοὺς ἀναθέντας ἑαυτοὺς τῷ Θεῷ, ταμιευό μενα ἱερὰ καὶ ἀληθῶς ἀναθήματα νοεῖται καὶ ἐκλαμ βάνεται. Ὁ τοίνυν τούτων τι νοσφιζόμενος εἷς ἐστι τῶν ἱεροσυλίας κατατολμώντων. Γνόντες οὖν τῆς περὶ τοὺς οἰκείους διαθέσεως τὴν ἀφόρητον βλάβην, φύγωμεν τὴν περὶ ἐκείνων φροντίδα, ὡς διαβολικὸν ὅπλον ὑπάρχουσαν. Καὶ γὰρ αὐτὸς ὁ Κύριος τὴν τοιαύτην σχέσιν καὶ συνήθειαν ἀπηγόρευσεν, ἑνὶ μὲν τῶν μαθητῶν οὐκ ἐπιτρέψας, οὐδὲ αὐτὸ μόνον τοῖς οἰκείοις συντάξασθαι· ἑτέρῳδὲ οὐδὲ τῷ σώματι τοῦ πατρὸς τεθνεῶτος γῆν ἐπ αμήσασθαι. Τῷ μὲν γὰρ συντάξασθαι βουλομένῳ τοῖς οἰκείοις φησίν· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τῷ δὲ θάψαι τὸν πατέρα παρακαλοῦντι, Ἀκολούθει μοι, φησὶ, καὶ, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καίτοι ἐδόκουν εὐλογωτάτας καὶ δικαιοτά τας ποιεῖσθαι τὰς δεήσεις ἑκάτεροι· ἀλλ' οὐκ ἐπένευ σεν ὁ Σωτὴρ, οὐδὲ πρὸς τὸ ἀκαρὲς γοῦν ἀφῆκεν αὐτοῦ χωρίζεσθαι τοὺς τροφίμους τῆς τῶν οὐρανῶν βασιλείας, ἵνα μή τι τοῦ ὑψηλοῦ καὶ οὐρανίου φρονήματος ταπει νότερον ἢ πράξαιεν, ἢ λογίσαιντο τῇ περὶ τὰς γηίνας καὶ σαρκικὰς διαθέσεις ῥοπῇ, ὡς οὐκ ἐξὸν, τοὺς τὰ οὐράνια φρονοῦντας τῶν ἐπὶ γῆς ἔχειν λόγον τινὰ, ὡς ἤδη μεταστάντας καὶ ὑπερκοσμίους τῇ διανοίᾳ γεγενημένους. Εἰ δὲ λέγοι τις, ὅτι Πῶς οὖν ὁ νόμος κελεύει τῶν οἰκείων φροντίζειν, λέγων· Καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει· ὁμοίως δὲ καὶ ὁ Ἀπόστολος· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων, σύντομον τὴν ἀπόκρισιν παρεξόμεθα· ὅτι ὁ θεῖος Ἀπόστολος πρὸς τοὺς βιωτικοὺς, πρὸς τοὺς τὸν ὑλικὸν πλοῦτον ἔχοντας, καὶ δυναμένους παραμυθεῖσθαι τὴν τῶν συγγενῶν ἔνδειαν, τοῦτο εἴρηκεν. Ὁμοίως δὲ καὶ ὁ νόμος ταῦτά φησι, καὶ ἵνα συντομώτερον εἴπω, πρὸς τοὺς ζῶντας, οὐ πρὸς τοὺς τεθνεῶτας· ἀνεύθυνοι γὰρ παντὸς τοιούτου ὀφλήματος οὗτοί γε. Σὺ δὲ τέθνηκας μὲν, καὶ ἐσταύρωσαι τῷ κόσμῳ παντί. Ἀποταξάμενος γὰρ τῷ ὑλικῷ πλούτῳ, τὴν ἀκτησίαν ἠγάπησας· σεαυτὸν δὲ ἀναθεὶς τῷ Θεῷ, κειμήλιον γέγονας τοῦ Θεοῦ. Ὡς τεθνεὼς, ἐλεύθε ρος εἶ πάσης τῆς περὶ τοὺς συγγενεῖς εἰσφορᾶς· ὡς ἀκτήμων, οὐδὲν ἔχεις ὃ χορηγήσῃς. Καὶ αὐτὸ δὲ τὸ σῶμα καρποφορήσας, καὶ οὐδὲ ἐκείνου λοιπὸν ἔχων τὴν ἐξουσίαν ὡς ἀναθήματος, οὐ θέμις σοι εἰς ἀνθρώπων χρῆσιν εἶναι· μόνοις δὲ τοῖς ὁμοτρόποις ὡς καὶ αὐτοῖς Θεῷ τὸ πᾶν ἀνακειμένοις συμπολι τεύεσθαι. Πόθεν οὖν σοι ἁρμόσει τὰ μνημονευθέντα ῥήματα τῆς ἁγίας Γραφῆς; ἢ πῶς οὐχ ἁμαρτήσεις τὰς ἑαυτοῦ ὁμολογίας περὶ τὴν ἄσκησιν ἀθετῶν;

Intertext edge

Open linked passage

Note