Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Ὅτι οὐ δεῖ τῆς πνευματικῆς ἀδελφότητος ἀποκόπτεσθαι. Χρὴ μέντοι καὶ τοῦτο πεπεῖσθαι σαφῶς, ὅτι ὁ ἅπαξ εἰς σύνδεσμον καὶ συνάφειαν ἐλθὼν πνευματι κῆς ἀδελφότητος οὐχ οἷός τ' ἂν ᾖ ἀποκόπτεσθαι καὶ χωρίζεσθαι τούτων, οἷς συνηρμόσθη. Εἰ γὰρ ἄν θρωποι πολλάκις εἰς κοινωνίαν βίου τούτου τοῦ ὑλικοῦ συνερχόμενοι οὐκ ἂν δύναιντο παρὰ τὰ συμβα θέντα χωρίζεσθαι, ἢ ὁ τοῦτο ποιῶν ἔνοχος ἔσται τοῖς ὡρισμένοις ἐπιτιμίοις· πολλῷ μᾶλλον ὁ εἰς σύμβασιν ἐλθὼν πνευματικῆς συμβιώσεως τῆς ἄλυ τον καὶ αἰώνιον τὴν συνάφειαν κεκτημένης οὐχ οἷός τ' ἂν εἴη μερίζειν καὶ ἀποκόπτειν ἑαυτὸν τού των, οἷς συνεκράθη. Ἢ τοῦτο ποιῶν, βαρυτάτοις ἑαυτὸν τοῖς ἄνωθεν ἐπιτιμίοις ὑποβάλλει. Εἰ γὰρ γυνὴ, ἡ εἰς κοινωνίαν ἀνδρὸς ἀφιγμένη, καὶ σαρκικὴν ἔχουσα τὴν συνάφειαν αὐτοῦ, εἰ τούτῳ ἐπιβου λεύουσα φωραθείη, θανάτῳ καταδικάζεται· πόσῳ μᾶλλον ὁ πνευματικῇ κοινωνίᾳ συναρμοσθεὶς ὑπ' αὐτῷ μάρτυρι καὶ μεσίτῃ τῷ Πνεύματι ὑπόδικος ἐπὶ τῷ χωρισμῷ γίνεται; Ὥσπερ οὖν τὰ μέλη τοῦ σώματος, φύσεως συν ηρτημένα δεσμῷ, οὐκ ἂν τοῦ σώματος ἀποῤῥήγνυ σθαι δύναιτο, ἢ, εἰ ἀποῤῥαγείη, νεκρὸν τὸ ἀποῤῥη γνύμενον γένοιτ' ἄν· οὕτω καὶ ἀσκητὴς ἀδελφότητι συναπτόμενος, καὶ φύσεως ἰσχυροτέρῳ δεσμῷ τῇ τοῦ Πνεύματος ἁρμολογίᾳ κρατούμενος, οὐκ ἂν ἐξουσίαν ἔχοι τέμνεσθαι τούτων, οἷς συνηρμόσθη. Ἢ ποιῶν τοῦτο, νεκρός ἐστι τῇ ψυχῇ, καὶ ἐστερη μένος τῆς τοῦ Πνεύματος χάριτος, οἷα δὴ τὴν ἐπ' αὐτοῦ σύμβασιν ἀθετήσας. Εἰ δὲ λέγοι τις, ὅτι φαῦλοί τινες τῶν ἀδελφῶν· οὐ γὰρ ἅπαντας αἰτιάσε ται· οὐ γὰρ ἐπὶ κακίᾳ τὴν κοινωνίαν πεποίηνται, ὥστε πάντας συμφώνως εἶναι κακούς· εἰ οὖν λέγοι, ὅτι φαῦλοί τινες τῶν ἀδελφῶν, καὶ ἀφυλάκτως τὸ ἀγαθὸν παραλύοντες, καὶ τῆς κοσμιότητος ἀμελοῦντες, καὶ τὴν πρέπουσαν ἀσκηταῖς ἀκρίβειαν παρορῶντες, καὶ διὰ τοῦτο προσήκει τῶν τοιούτων χωρίζεσθαι, οὐκ ἀρκοῦσαν ἀπολογίαν τοῦ χωρισμοῦ ταύτην ἐπινενόηκεν. Οὐδὲ γὰρ Πέτρος, ἢ Ἀνδρέας, ἢ Ἰωάννης διὰ τὴν τοῦ Ἰούδα πονηρίαν ἀπεῤῥάγησαν τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ, οὐδὲ ἕτερός τις τῶν ἀποστόλων ταύτην ἀφορμὴν ἀποστάσεως ἐποιήσατο, οὐδέ τι πρὸς τὸ πείθεσθαι τῷ Χριστῷ ὑπὸ τῆς ἐκείνου μοχθηρίας ἐνεποδίσθῃ· ἀλλὰ τοῖς τοῦ Κυρίου πειθαρχοῦντες διδάγμασι, τὴν εὐσέβειαν καὶ τὴν ἀρετὴν ἐζήλουν, οὐ μὴν πρὸς τὴν ἐκείνου πονηρίαν ἐπιστρεφόμενοι. Οὕτως ὁ λέγων, ὅτι Διὰ τοὺς φαύλους χωρίζεσθαι πνευματικῆς ἀναγκάζομαι συναφείας, οὐκ εὔλογον πρόφασιν ἐξεῦρε τῆς οἰκείας ἀβεβαιότητος· ἀλλὰ ἔστι μὲν αὐτὸς γῆ πετρώδης, τὸν τῆς ἀληθείας λόγον ἐκθρέψαι διὰ γνώμης ἀβε βαιότητα μὴ δυνάμενος, ἀλλὰ διὰ μικροῦ πειρασμοῦ προσβολὴν, ἢ ἀκρασίαν παθῶν, τὴν σώφρονα πολιτείαν οὐχ ὑπομένων, εὐθύς τε ἀποξηραίνεται τῷ καύσωνι τῶν παθῶν τὸ τῆς διδασκαλίας ἀρτιφυὲςβλάστημα· προφάσεις δὲ εἰκαίας καὶ οὐκ ἀρ κούσας πρὸς ἀπολογίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ κατὰ πληροφορίαν οἰκείαν ἐπινοῶν, καὶ ἑαυτὸν εὐ κόλως παρακρουόμενος. Οὐδὲν γὰρ τοῦ ἑαυτὸν ἀπα τᾷν εὐκολώτερον, ἐπειδὴ κριτὴς ἕκαστος ἑαυτῷ κε χαρισμένος γίνεται, τὰ ἡδέα κρίνων εἶναι συμφέροντα. Ἔστω τοίνυν ὁ τοιοῦτος κατακεκριμένος παρὰ ἀληθείᾳ δικαζούσῃ, ὡς σκανδάλων ὑπόθεσις πλείοσι καθιστάμενος, ἤτοι πονηρῷ ὑποδείγματι πρὸς ζῆλον τῶν ἴσων ἀτοπημάτων διερεθίζων ἀεὶ, καὶ τοῦ οὐαὶ κληρονόμος γενόμενος. Καὶ συμφέρει αὐτῷ ἵνα μύ λος ὀνικὸς κρεμασθῇ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Ἐπὰν γὰρ ψυχὴ ἀπόστασιν ἐθισθείη, πολλῆς ἐμπίπλαται ἀκρασίας, πλεονεξίας τε καὶ γαστριμαρ γίας, ψεύδους τε καὶ πάσης κακοηθείας· καὶ τὸ τελευταῖον εἰς τὸν πυθμένα καταστρέφει τῆς πονη ρίας τοῖς ἐσχάτοις ἐμπειρομένη κακοῖς. Ὁ τοίνυν τῶν τοιούτων ὁδηγὸς καθιστάμενος, σκοπείτω πόσων ψυχῶν ἀπωλείας ἔνοχος γίνεται· ὅ γε μηδὲ πρὸς τὰς εὐθύνας τῆς ἑαυτοῦ ψυχῆς ἀρκέσαι δυνάμενος. Τί γὰρ οὐχὶ μᾶλλον ὁ τοιοῦτος μιμεῖται τὸν μέγαν Πέτρον, καὶ ὑπόδειγμα βεβαίας πίστεως, καὶ τῆς περὶ τῶν καλῶν ἐνστάσεως τοῖς λοιποῖς γίνεται, ἵνα, λάμ ποντος τοῦ φωτὸς τῶν ἐκείνου κατορθωμάτων, καὶ οἱ ἐν σκότει τῆς πονηρίας διάγοντες ἐπὶ τὸ κρεῖττον ὁδηγηθῶσιν; Ἔπειτα δὲ Νῶε μὲν ὁ δίκαιος οὐκ εἶπε πρὸς τὸν Θεὸν, ὅτι Δεῖ με ἐκβῆναι τοῦ κόσμου, ἐπειδὴ πάντες εἰσὶ πονηροὶ, ἀλλ' ἐκαρτέρησε μᾶλλον ἀθλητικῶς καὶ γενναίως, καὶ μεταξὺ ἀβύσσου πονηρίας τὴν εὐσέβειαν ἀχείμαστον διετήρησε, καὶ πρὸς τὸν Δεσπότην οὐδαμῶς ἐστασίασεν, ἀλλὰ ὑπο μονῇ καὶ καρτερίᾳ μεταξὺ τῶν κυμάτων τῆς ἀσε βείας τὴν φορτίδα τῆς εὐσεβείας περιεσώσατο. Καὶ Λὼτ ἐν Σοδόμοις, μεταξὺ τοσαύτης ἀσεβείας καὶ παρανομίας καὶ ἀθεσμίας στρεφόμενος, τὴν ἀρε τὴν ἀπαράφθορον διεφύλαξεν, οὐδαμοῦ κακαῖς ἑαλω κυῖαν ἐπιβουλαῖς· ἀλλὰ μεταξὺ ξενοκτόνων, καὶ ὕβρει πολλῇ καὶ ἀκολασίᾳ κατὰ τῶν τῆς φύσεως φερομένων θεσμῶν, τὴν ἁγιωσύνην ἀμίαντον αὐτός τε διέσωσε, καὶ τοῖς λοιποῖς, ὡς ἐνῆν, εἰσηγήσατο, πράξεσι πρὸ τῶν λόγων τὸ καλὸν ἐκπαιδεύων. Σὺ δὲ προφα σίζῃ τὰς τῶν ἀδελφῶν ὀλιγωρίας ἢ οὔσας, ἢ παρὰ σοῦ πλαττομένας, τὴν ἀποστασίαν ἐννοῶν, καὶ τὴν ἀθέτησιν τοῦ ἁγίου Πνεύματος μηχανώμενος, καὶ τῆς ἑαυτοῦ πονηρίας καὶ τῶν πόνων τῶν ὑπὲρἀρετῆς ὀκνηρίας παραπέτασμα τὴν τῶν ἀδελφῶν ἐργάζῃ διαβολήν. Ὥστε σωφρονισθεὶς ὁ τοιοῦτος τοῖς ὑποδείγμασι, στεργέτω τὴν ἁρμονίαν τοῦ Πνεύματος, ἣν ἑαυτῷ περὶ τὰς πρώτας σπαργανώσεις τῆς οὐρανίου κυή σεως συνηρμόσατο. Οὔτε γὰρ, εἰ συμβαίη ἐπὶ τῆς χειρὸς ἕνα τῶν δακτύλων παθεῖν τι τῶν ἀνιαρῶν, ἤδη καὶ ὁ ἕτερος ἐκτμηθῆναι φιλονεικήσει· ἀλλὰ φεύξεται μὲν πρῶτον τὸ ἀλγεινὸν τῆς τομῆς, ἔπειτα δὲ καὶ στεῤῥῶς παραμενεῖ, ὥστε καὶ τὴν τοῦ κινδυνεύοντος ἀντεισφέρειν χρείαν τῷ σώματι, καὶ μὴ πάντη τὴν χεῖρα τῶν φυσικῶν κλάδων ἀφαιρεθεῖσαν ἀποσυλη θῆναι τοῦ οἰκείου κόσμου καὶ προσφυοῦς. Μετένεγκε τοίνυν ἐπὶ τὸν ἀσκητὴν τὸ ὑπόδειγμα, καὶ σκόπησον ὅσον ἄλγος καὶ ἀκοσμίαν ταῖς αἰσθητικαῖς ψυχαῖς τῇ ἀποκοπῇ κατεργάζεται, καὶ ὅπως ἑαυτὸν νεκρὸν καὶ ζωῆς ἀμέτοχον ἀποφαίνει. Ὅτι δὲ ὁ ἀφηγούμενος οὐκ ἂν ἕλοιτο τὸν αὐτῷ μαθητευόμενον πρὸς πονηρίαν ἐνάγειν, ὥστε τὴν πονηρὰν ἀγωγὴν τοῦ διδασκάλου πρόφασιν τῷ μαθητῇ χωρισμοῦ γενέσθαι καὶ ἀπο στάσεως, οὕτως, εἰ δοκεῖ, σκεψώμεθα. Τί μὲν πατήρ; τί δὲ διδάσκαλος; Παιδοτρίβης ἑκάτερος. Ὁ μὲν γὰρ τῷ παιδὶ, ὁ δὲ τῷ μαθητῇ εὔχεσθαί τε τὰ κρείττονα καὶ βουλεύεσθαι διεσπούδακε. Φύσις μὲν γὰρ πατρά σιν εὔχεσθαι τοὺς παῖδας ὡς βελτίστους καὶ φρονι μωτάτους γενέσθαι, κοσμιωτάτους τε καὶ μετριωτά τους, ἵνα οἱ μὲν παῖδες εὐδοκιμοῖεν, οἱ δὲ πατέρες εὐκλεέστεροι γένοιντο τῇ ἐπ' αὐτοὺς ἀναφορᾷ τῶν καλῶν τοῦ παιδός· σπουδὴ δὲ καὶ παιδοτρίβαις ἀλκιμωτάτους τε καὶ τεχνικωτάτους τοὺς ὑπ' αὐτῶν ἀσκουμένους γενέσθαι, ἵνα, ῥώμῃ καὶ ἐμπειρίᾳ περι δέξιον τὸ ἀγώνισμα ποιησάμενοι, λαμπροὶ νικηταὶ τῶν ἀντιπάλων ἀποδειχθῶσι, καὶ ἡ τούτων ἔννομος ἄθλησις τῶν καθηγουμένων σαφὴς ἔπαινος γέ νηται. Φύσις δὲ παντὶ τῷ διδάσκειν προῃρημένῳ τὸ θέλειν εἰς ἀκριβεστάτην κατάληψιν ἀφικέσθαι τῶν διδαγμάτων τοὺς μαθητάς. Τῆς τοίνυν τῶν πατέρων φύσεως τοῦτον ἐπεχούσης τὸν λόγον, πῶς οὐκ ἂν καὶ ὁ τῆς ὁσιότητος παιδευτὴς τὸν παρ' αὐτοῦ παιδευόμενον εὔξαιτο ἀκακώτατόν τε καὶ σωφρονέ στατον τὴν πνευματικὴν σοφίαν ἀποδειχθῆναι; καί περ σαφῶς ἐπιστάμενος, ὅτι, τοιούτου γενομένου τοῦ μαθητοῦ, καὶ παρὰ ἀνθρώποις εὐκλεὴς ἔσται, καὶ παρὰ τοῦ Χριστοῦ λαμπροὺς ὑποδέξεται τοὺς στεφάνους, ὡς τοὺς οἰκέτας αὐτοῦ, μᾶλλον δὲ εἰπεῖν, ἀδελφοὺς, ἐπειδὴ καὶ τοῦτο Χριστὸς εἵλετο, ἀξίους τῆς πρὸς αὐτὸν οἰκειώσεως διὰ τῆς αὐτοῦ ἐπιμελείας ἀπεργασάμενος Καὶ ἕτερον δὲ σκοπῶμεν, ὡς, εἰ φαῦλος ὁ μαθη τὴς γένοιτο παρὰ τὴν αὐτοῦ ἀγωγὴν, αἰσχύνην ἀπαρ ηγόρητον ἕξει ἐπὶ τῆς οἰκουμενικῆς κατὰ τὸν τῆςκρίσεως καιρὸν πανηγύρεως ὁ ὑφηγούμενος, καὶ ἐπὶ τοῦ πανδήμου τῶν οὐρανίων ἀθροίσματος οὐκ αἰσχυνεῖται μόνον, ἀλλὰ καὶ κολασθήσεται. Πόθεν οὖν ἐγγενήσεται τὸ μὴ οὐχὶ θελῆσαι τὸν καθηγού μενον κόσμιόν τε καὶ ἐπιεικῆ γενέσθαι τὸν οἰκεῖον ὁμιλητήν; Καὶ ἄλλως δὲ ἀλυσιτελὴς τῷ διδασκάλῳ ἡ τοῦ μαθητοῦ πονηρία. Ἐπειδὴ γὰρ τὴν πρὸς ἀλ λήλους ἑκάτερος συμβίωσιν εἵλοντο, ἧς ἂν μετά σχῃ πονηρίας ὁ μαθητὴς, τῶν ταύτης καρπῶν πρῶ τον μεταδίδωσι τῷ διδασκάλῳ· ὥσπερ τὰ ἰοβόλα τῶν ἑρπετῶν τοῖς θάλπουσι πρῶτον ἐνίησι τὸν ἰόν· ὡς εἶναι πάντοθεν δῆλον, ἔκ τε τῆς φύσεως τῶν πραγμάτων, ἔκ τε τοῦ λυσιτελοῦντος τῷ ἄγοντι, ὅτι εὔξεται, καὶ πάντα τρόπον σπουδάσει, ἐπιεικῆ τε καὶ κόσμιον τὸν ὑπ' αὐτῷ παιδευόμενον καταστῆναι. Εἰ μὲν γὰρ ἦν κακίας καὶ πονηρίας ἀλείπτης, πρὸς τοῦτο πάντως ἄγειν ἂν τὸ πέρας τοὺς παρ' αὐτοῦ ἀσκουμένους ἐσπούδακεν· εἰ δὲ ἀρετῆς καὶ δικαιοσύ νης ἐστὶ παιδευτὴς, οὐκ ἂν ἐναντίον οἶμαι τοῖς οἰκείοις σπουδάσμασι τὸ πέρας ἐπὶ τὸν μαθητευόμενον ἐκβῆναι ἕλοιτο. Ἅπασα τοίνυν πρόφασις εὔλογος τῷ βουλομένῳ χωρίζεσθαι πνευματικοῦ συστήματος περιῄρηται. Αἰτία δὲ αὐτῷ ἀπεδείχθη τῆς τοιαύτης γνώμης ἡ τῶν παθῶν ἀκρασία, καὶ ἡ περὶ τοὺς πόνους ὀλιγωρία, καὶ τὸ τῆς κρίσεως σαθρὸν καὶ ἀβέβαιον. Οὐ γὰρ ἤκουσεν οὗτος παρὰ τοῦ προ φήτου Δαβὶδ, ὅτι Μακάριοι οἱ φυλάσσοντες κρίσιν· οἱ φυλάσσοντες, οὐχὶ οἱ καταλύοντες. Οὗτοί εἰσιν οἱ τοῖς μωροῖς ὁμοιωθέντες, οἱ ἐπὶ τῆς ψάμμου, τῆς κατὰ τὴν γνώμην ἀβεβαιότητος, τὸν θεμέλιον τῆς πνευματικῆς τιθέντες οἰκοδομῆς, ὃν ὀλίγαι ψεκάδες πειρασμῶν, καὶ βραχὺς χείμαῤῥος τῶν τοῦ πονηροῦ ἐφόδων, ὑφελκύσας τὴν ὑποβάθραν, διέλυσέ τε καὶ διεσκόρπισεν.