Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Περὶ ὑπακοῆς πληρέστερον. Ὅπως μὲν οὖν προσήκει τὸν ἅπαξ ἑνωθέντα πνευματικῷ συστήματι φυλάττειν τὴν ἕνωσιν ἀδιά λυτον, κατὰ τὸ ἐνὸν ὑπεθέμεθα. Νῦν δ' αὖ πάλιν τὸν περὶ τῆς ὑπακοῆς λόγον γυμνάσωμεν· καὶ πρότερον μὲν διὰ βραχέων ἐπελθόντες, νῦν δὲ τελεώτερον ἐκτι θέμενοι· καὶ δείξωμεν, ὁπόσην ὁ ἀκριβὴς ἀπαιτεῖ λόγος παρὰ τῶν ἀσκητῶν τῷ προεστῶτι τὴν εὐπεί θειαν. Ἐξ αὐτῆς γὰρ τῆς ἁγίας Γραφῆς πειράσομαι ταύτης τὸ μέτρον διασαφῆσαι. Παῦλος ὁ ἀπόστολος, Ῥωμαίοις ἐπιστέλλων, προστάσσει πάσαις ἐξου σίαις ὑπερεχούσαις ὑποτάσσεσθαι, ἐξουσίαις ταῖς τοῦκόσμου, οὐ ταῖς πνευματικαῖς· καὶ τοῦτο ἐκ τῶν ἐπαγομένων ἐδήλωσεν, εἰπὼν περὶ φόρων καὶ τέλους, καὶ τὸν ἀντιτασσόμενον κατά γε τὸ σμικρότατον τῇ ἐξουσίᾳ τῷ Θεῷ ἀντιτάσσεσθαι ἀποφαίνεται. Εἰ τοίνυν τοῖς τοῦ κόσμου τούτου ἄρχουσι, τοῖς κατὰ νόμον ἀν θρώπινον τὴν ἀρχὴν εἰληφόσι, τοσαύτην ὑποταγὴν παρὰ τῶν εὐσεβούντων ὁ θεῖος νόμος ἀπένειμε, καὶ ταῦτα τηνικαῦτα ἐν ἀσεβείᾳ διαζῶσι· πόσην εὐπεί θειαν ὀφείλει ὁ ἀσκητὴς τῷ παρὰ Θεοῦ καταστάντι ἄρχοντι, καὶ παρὰ τῶν νόμων ἐκείνου λαβόντι τὴν ἐξουσίαν, εἰσφέρειν; Πῶς δὲ οὐκ ἂν ἀντιτάξαιτο τῇ τοῦ Θεοῦ διαταγῇ ὁ τῷ καθηγουμένῳ ἀντιτασσόμενος; ἄλλως τε καὶ διαῤῥήδην τοῦ Ἀποστόλου κελεύοντος τοῖς πνευματικοῖς ἡγουμένοις ὑπείκειν ἐν πᾶσι. Πεί θεσθε γὰρ, φησὶ, τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπεί κετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Εἰ οὖν τὸ μὴ πρὸς ἀκρίβειαν πεί θεσθαι ἀλυσιτελὲς, προσήκει μεταδιώκειν ἡμᾶς τὸ λυσιτελέστερον. Τὸ γὰρ ἀλυσιτελὲς, οἶμαι, μεγάλης ζημίας καὶ μεταμελείας καὶ διορθώσεως ἔμφασιν ἐπιφέρεται. Ζηλοῦν δὲ προσήκει μάλιστα τὴν τῶν ἁγίων εὐπείθειαν, ἣν περὶ τὸν Θεὸν ἐπεδείξαντο, εἴ γε μέλλοιμεν ἀρκοῦντι ὑποδείγματι περὶ τὴν ὑπόθεσιν χρώμενοι, καλῶς τὴν ὑπακοὴν ἀπεργάζεσθαι. Καὶ μηδεὶς οἰέσθω με κρατύνειν ἐθέλοντα τὴν περὶ τοὺς ἡγουμένους εὐπείθειαν, ὑπέρογκα παράγειν τὰ ὑπο δείγματα, καὶ τῇ πρὸς τὸν Θεὸν ὑπακοῇ τολμᾷν αὐθαδῶς παρεικάζειν τὴν πρὸς τοὺς ἀνθρώπους εὐ πείθειαν. Οὐ γὰρ οἴκοθεν ὁρμηθεὶς, ἀλλ' ἀπ' αὐτῶν τῶν θείων Γραφῶν, ταύτην τὴν εἰκασίαν πεποίημαι. Σκόπησον γὰρ τί ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶ, τὴν περὶ τοὺς ἑαυτοῦ δούλους θεσπίζων ὑπακοήν· Ὁ δε χόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ πάλιν ἑτέρωθι· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ. Ὅτι δὲ ὃ τοῖς ἀποστόλοις εἴρηκε, περὶ πάντων τῶν μετ' αὐτοὺς καθηγησομένων ἐνομο θέτησεν, ἐκ πολλῶν καὶ ἀναμφιλέκτων μαρτυριῶν τῆς θείας Γραφῆς καὶ τεκμηρίων ἐναργεστάτων ἔστι παραστῆσαι. Ὥστε ἀκολούθως καὶ ἡμεῖς τοῖς θείοις θεσπίσμασι τοὺς λόγους ἐποιησάμεθα, φήσαντες δεῖν τὴν τῶν ἁγίων περὶ τὸν Θεὸν εὐπείθειαν ὑπό δειγμα τῆς περὶ τοὺς προεστῶτας ὑπακοῆς ἑαυ τοῖς προτιθέναι. Πῶς οὖν οἱ ἅγιοι τῷ Δεσπότῃ τὴν εὐπείθειαν ἐπεδείξαντο; Σκόπησόν μοι τὸν Ἀβραὰμ κελευόμενον καταλιμπάνειν οἶκον, πατρίδα, περιουσίαν, κτήματα, συγγενεῖς, φίλους καὶ ἐπὶ τούτοις διώκειν τὰ ἐναντία, τὴν ξένην, τὸ ἀν επίγνωστον, τὴν πλάνην, τὴν πενίαν, τοὺς φόβους, τοὺς κινδύνους, καὶ ὅσα τοῖς ξενιτεύουσιν ἕπεται δυσχερῆ· καὶ ἀμελητὶ ὑπακούοντα, καὶ κατα λιμπάνοντα μὲν τὴν οἴκοι εὐπραγίαν καὶ ἀνά παυσιν, ἀνθαιρούμενον δὲ ταύτης τὴν ἐπὶ τῆς ἀλ λοδαπῆς ταλαιπωρίαν καὶ ἄλην. Ὁρᾷς ἀσκητὴν ἀκριβέστατον, καὶ τῆς κοσμικῆς ἁπάσης εὐημερίας διὰ τὸν Θεὸν ὑπερόπτην; Ἀλλ' ἐπίωμεν τὰ ἑξῆς. Καταλαμβάνει μὲν τὴν Παλαι στίνην, τὸν παρὰ Θεοῦ ὑποδειχθέντα τόπον εἰς παροι κίαν· λιμοῦ δὲ καταλαβόντος τὴν χώραν, εἰς Αἴγυ πτον μετανίσταται, κἀκεῖ τῆς γυναικὸς ἀφαιρεθεί σης, οὐ μικροψυχεῖ, οὐδὲ ταῖς οἰκονομίαις τοῦ Θεοῦ καταμέμφεται, ὡς τῆς εὐπειθείας τοιαύτας ἀντιδεχόμενος ἀμοιβάς· ἀλλὰ πράως καὶ τοῦτο ἤνεγκε τὸ πάντων βαρύτατον ἀδικημάτων ἀδίκημα, οὐχ ἅπαξ, ἀλλὰ γὰρ καὶ αὖθις ὑπὸ τοῦ Γεράρων βασι λέως γενόμενον. Κρίνας γὰρ ἅπαξ ὑπακούειν Θεῷ, οὐκ ἐσκόπει τί ἐπ' αὐτῷ οἰκονομεῖ ὁ Θεὸς, ἀλλ' ὅπως αὐτὸς ἀκριβεστάτην καὶ ἀνεπίληπτον τὴν ὑπ ακοὴν εἰσενέγκηται. Διά τοι τοῦτο καὶ τὸ τελευ ταῖον λαμβάνει μὲν τὸν παῖδα τὸν Ἰσαὰκ, μακρᾶς εὐχῆς καὶ πίστεως ἆθλον καὶ δώρημα· ἐπειδὴ δὲ ἑώρα αὐτὸν εἰς ὥραν ἡλικίας προβαίνοντα, καὶ ἐλ πίδας ἀγαθὰς τοῖς γεγεννηκόσι παρέχοντα διαδοχῆς, καὶ τῆς μετέπειτα τοῦ γένους συστάσεως, τὸ τηνι καῦτα μετὰ τοσαύτας ἐλπίδας κελεύεται παρὰ τοῦ Θεοῦ ἀναγαγεῖν αὐτὸν εἰς ὄρος ὑψηλὸν, καὶ κατα θύειν τῷ δεδωκότι. Δεξάμενος δὲ τὴν ἀπότομον ταύ την φωνὴν, καὶ τὴν φοβερὰν λειτουργίαν, καὶ τὸ τῆς φύσεως ἰσχυρότερον οὐκ ἐπίταγμα μόνον ἀλλὰ καὶ ἄκουσμα, ὅπως πράως ἤνεγκεν, ὅπως οὐκ ἐξέστη τὰς φρένας, ὅπως οὐ κατέπεσε τὴν ψυχὴν, ἀλλ' ὥσπερ ἄρνα τινὰ καταθύειν μέλλων, οὕτως ἠρεμαίῳ καὶ ἀταράχῳ φρονήματι τὸν ζυγὸν τῆς ὑπακοῆς ἐπιθέμενος, ᾔει σὺν τῷ παιδὶ, τὸ προσταχθὲν ἐκ πληρώσων, οὐδὲν οὐδὲ ἐν τούτῳ πολυπραγμονῶν τὴν τοῦ Θεοῦ κρίσιν, οὐδὲ μεμφόμενος, ἀλλὰ τὸ οἰκεῖον σκοπῶν, ὅπως ἂν κατὰ μηδὲν τὴν ὑπακοὴν παραλύσειεν. Οὕτω τοι καὶ λαμπρὸν ἤρατο στέφα νον, τῇ οἰκουμένῃ στήλη πίστεως καὶ ὑπακοῆς ἱδρυνθείς. Ἐνῆν μὲν οὖν καὶ τῶν λοιπῶν ἁγίων τῶν κατὰ παλαιὰν ἱστορίαν διαλαμψάντων τὴν εὐ πείθειαν διελθεῖν, εἰς παίδευμα τῆς τῶν ἀσκητῶν ἀναμφιλέκτου ὑπακοῆς· ἀλλ' ἵνα μὴ μακρὸν τὸν λόγον ἀπεργασώμεθα, ἕκαστον τῶν παιδεύεσθαι βου λομένων τῇ ἀκροάσει τῶν ἁγίων Γραφῶν παρα πέμψαντες, αὐτοὶ ἐπὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος τὸν λόγον τρεψόμεθα, δεικνύντες πῶς ὑπήκουον, καὶ πῶς ὑπετάσσοντο. Ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ἔτιτὴν ἀρχὴν τῆς μαθητεύσεως ἔχουσι, καὶ προσδοκῶ σιν, ὅσον οὐδέπω βασιλεῦσαι τὸν Δεσπότην, καὶ ὑπολαμβάνουσιν, ὅτι καὶ αὐτοὶ καμοῦνται μὲν οὐ δὲν, οὐδὲ κινδυνεύσουσιν, οὐδὲ κοπιάσουσιν, συμβα σιλεύσουσι δὲ Χριστῷ, καὶ τῆς βασιλικῆς δόξης καὶ θεραπείας καὶ τιμῆς συμμεθέξουσι. Καὶ τοῦτο δηλοῖ μὲν Πέτρος ἐπιτιμῶν τῷ Ἰησοῦ, ἡνίκα περὶ τοῦ οἰκείου πάθους ἐποιεῖτο τοὺς λόγους· Προσλα βόμενος γὰρ αὐτὸν, φησὶν, ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ, λέγων· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ δεικνὺς ταύτῃ, ὅτι οὐδ' ὁπωσ τιοῦν προσεδόκα δυσχερές· δηλοῦσι δὲ καὶ οἱ υἱοὶ Ζεβεδαίου τὴν μητέρα παρακαλοῦσαν ὑπὲρ αὐτῶν τῷ Κυρίῳ προσαγαγόντες, ὥστε τῇ ἐκ δεξιῶν καὶ τῇ ἐξ εὐωνύμων τιμηθῆναι καθέδρᾳ. Εἰ γὰρ μὴ αὐτίκα μάλα βασιλεύειν αὐτὸν ὑπελάμβανον, οὐκ ἂν τοῦτο ἐτόλμησαν αἰτῆσαι, τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς ἐν οὐρανοῖς καθέδραν τοῦ Σωτῆρος διανοούμε νοι. Τί οὖν ταῦτα προσδοκῶσιν αὐτοῖς καὶ ἐλπίζου σιν ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρό βατα ἐν μέσῳ λύκων. Καὶ οὕτω πρᾶγμα ἐναν τιώτατον τῆς οἰκείας ἐλπίδος ἀκούσαντες, οὐκ εἶπον, ὅτι Ἐφ' ἑτέραις ἐλπίσι προσήλθομεν, καὶ ἐναντία τῶν ἐλπισθέντων προστάσσεις ἡμῖν; Ἄνεσιν προσ εδοκήσαμεν, καὶ πρὸς κινδύνους ἐκπέμπεις; Τιμὰς ἠλπίσαμεν, καὶ ἀτιμίας παρεισβάλλεις; Βασι λείαν προσεδοκήσαμεν, καὶ τὸ ἐλαύνεσθαι καὶ πάν των δούλους εἶναι διακελεύῃ; Οὐδὲν τούτων οὐκ εἶπον, καίπερ ἕτερα τῶν εἰρημένων ἀκούσαντες πλείονα καὶ βαρύτερα, οἷον τὸ, Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις, καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ. Ταῦτα τοίνυν πάντα πα ρὰ τὴν προσδοκίαν ἀκούσαντες, κλίναντες τὸν αὐ χένα τῆς διανοίας, τὸν ζυγὸν ὑπῆλθον, καὶ προχεί ρως ἐπὶ τοὺς κινδύνους, ἐπὶ τὰς ἀγορὰς, ἐπὶ τὰς ὕβρεις, ἐπὶ τοὺς λιθασμοὺς, ἐπὶ τοὺς ῥαβδι σμοὺς, ἐπὶ τὰς ἀτιμίας, ἐπὶ τοὺς σταυροὺς, ἐπὶ τοὺς ποικίλους θανάτους ἐχώρησαν· καὶ μετὰ τοσ αύτης προθυμίας ταῦτα ὑπέμενον, ὥστε χαί ρειν αὐτοὺς καὶ ἑορτάζειν λαμπρῶς, ἡνίκα ἂν τοῖς τοῦ Χριστοῦ παθήμασι κοινωνῆσαι κατηξιώθησαν. Ἔχαιρον γὰρ, φησὶν, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Ταύτην τὴν εὐπείθειαν ἀπαιτεῖται ὁ κατὰ Θεὸν ἀσκητὴς τῷ ἡγουμένῳ εἰσφέρεσθαι. Χριστὸς γὰρ μαθητὰς εἵλετο, τοῦτον τὸν βίον, ὡς ἤδη προείπομεν, τοῖςἀνθρώποις τυπῶν. Ὁ γὰρ καθηγούμενος οὐδὲν ἕτε ρόν ἐστιν ἢ ὁ τοῦ Σωτῆρος ἐπέχων πρόσωπον, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, καὶ ἱερουρ γῶν τῷ Θεῷ τὴν τῶν πειθομένων αὐτῷ σωτηρίαν. Καὶ τοῦτο παρ' αὐτοῦ τοῦ Χριστοῦ παιδευόμεθα, Πέτρον ποιμένα μεθ' ἑαυτὸν τῆς Ἐκκλησίας ἑαυτοῦ καθιστῶντος· Πέτρε γὰρ, φησὶ, φιλεῖς με πλέον τούτων; Ποίμαινε τὰ πρόβατά μου· πᾶσι δὲ τοῖς ἐφεξῆς ποιμέσι καὶ διδασκάλοις τὴν ἴσην παρέχοντος ἐξουσίαν. Καὶ τούτου σημεῖον τὸ δεσμεῖν ἅπαντας ὁμοίως, καὶ λύειν ὥσπερ ἐκεῖνος. Ὥσπερ οὖν τὰ πρόβατα τῷ ποιμένι πείθεται, ταύτῃ τρεπό μενα, ᾗπερ ἂν ὁ ποιμὴν ἄγῃ· οὕτω προσήκει τοὺς κατὰ Θεὸν ἀσκητὰς τοῖς καθηγουμένοις πείθεσθαι, μὴ πολυπραγμονοῦντας τὰ ἐπιτάγματα, ὅταν ἁμαρ τίας ᾖ καθαρὰ, ἀλλὰ τὰ ἐπιταχθέντα μετὰ προ θυμίας πάσης καὶ σπουδῆς ἐκπληροῦντας. Ὥσπερ γὰρ ὁ τέκτων, ἢ ὁ οἰκοδόμος ἑκάστῳ τῶν τῆς τέχνης ὀργάνων κέχρηται πρὸς τὴν οἰκείαν βούλησιν, καὶ οὐκ ἂν εἴποι τὸ ὄργανον, ὡς οὐ πληρώσει τὴν χρείαν, πρὸς ἣν ὁ τεχνίτης αὐτὸ μεταχειρίζεται, ἀλλὰ εἴκει τῇ χειρὶ τοῦ ἄγοντος· οὕτω προσήκει τὸν ἀσκητὴν, ὡς ὄργανον τεχνίτῃ πρὸς συμπλήρωσιν τοῦ πνευματικοῦ οἰκοδομήματος συντελοῦν, ἐν πᾶσι πεί θεσθαι, οἷς ἂν μὴ ὁ ἡγούμενος κρίνῃ καλῶς ἔχειν αὐτὸν ὑπουργεῖν, ὅπως ἂν μὴ τῇ τοῦ πνευματικοῦ ἔργου τελειώσει λυμήνηται, τὴν οἰκείαν οὐ συνεισφέ ρων χρείαν. Καὶ ὥσπερ τὸ ὄργανον οὐχ ἑαυτῷ ἐκλέ γεται ὅπερ ἐνεργεῖν δέοι εἰς τὴν τῆς τέχνης συνεισ φορὰν, οὕτω καὶ τὸν ἀσκητὴν προσήκει μὴ ἑαυ τῷ τὰ ἔργα αἱρεῖσθαι, ἀλλὰ παραχωρεῖν τῇ συν έσει καὶ τῇ οἰκονομίᾳ τοῦ τεχνίτου τὴν ἐφ' ἑαυτῷ διατύπωσιν. Οἶδε γὰρ ὅ γε συνετῶς ἀφηγούμενος ἑκάστου καὶ ἤθη καὶ πάθη καὶ ψυχικὰς ὁρμὰς ἀκρι βῶς ἐξετάζειν, καὶ πρὸς ταῦτα καὶ τὴν παρ' ἑαυ τοῦ ἐφ' ἑκάστῳ οἰκονομίαν ἁρμόζειν. Διά τοι τοῦτο προσήκει μηδαμῶς ἐναντιοῦσθαι ταῖς αὐτοῦ διατά ξεσιν, ἀλλὰ πεπεῖσθαι, ὡς ἁπάντων χαλεπώτατον ἑαυτὸν γινώσκειν καὶ θεραπεύειν, διὰ τὸ προσπεφυ κέναι τοῖς ἀνθρώποις τὸ φίλαυτον, καὶ κλέπτειν τὴν τοῦ ἀληθοῦς κρίσιν ἕκαστον τῇ περὶ ἑαυτὸν προσπα θείᾳ. Τὸ δὲ παρ' ἄλλου γινώσκεσθαί τε καὶ θερα πεύεσθαι ῥᾴδιον, τοῦ τῆς φιλαυτίας πάθους ἐπὶ τῶν ἄλλους κρινόντων οὐκ ἐνοχλοῦντος τῇ ἀληθεῖ διαγνώσει. Ταύτης γὰρ τῆς συμφωνίας ἐν ἀσκητικῷ συστήματι καθεστώσης, ῥᾳδίως ἥ τε εἰρήνη ἐν αὐ τοῖς πολιτεύσεται, καὶ ἡ σωτηρία μετὰ ἀγάπης καὶ ὁμονοίας τῶν ἁπάντων κατορθωθήσεται.