Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Ὅτι καὶ τὰ εὐτελῆ τῶν ἔργων μετὰ πολλῆς προθυμίας αἱρεῖσθαι προσήκει τὸν ἀσκητήν. Προσήκει μέντοι τὸν ἀσκητὴν καὶ τὰ εὐτελέστερα τῶν ἔργων μετὰ πολλῆς αἱρεῖσθαι τῆς σπουδῆς καὶπροθυμίας, εἰδότα, ὅτι πᾶν ὃ διὰ τὸν Θεὸν γίνεται, οὐκ ἔστι μικρὸν, ἀλλὰ μέγα, καὶ πνευματικὸν, καὶ τῶν οὐρανῶν ἄξιον, καὶ τοὺς ἐκεῖθεν ἡμῖν ἕλκον μι σθούς. Κἂν τοίνυν ὑποζυγίοις ἀχθοφοροῦσι ταῖς κοι ναῖς χρείαις ἀκολουθεῖν δεήσῃ, ἀντιβαίνειν οὐ χρὴ, ἐννοοῦντα τοὺς ἀποστόλους, ὅπως προθύμως ὑπήκουσαν τῷ Κυρίῳ παραγαγεῖν τὸν πῶλον κε λεύσαντι, καὶ λογιζόμενον, ὡς καὶ δι' οὓς ἡμεῖς τὴν ἐπιμέλειαν τῶν ὑποζυγίων αἱρούμεθα, ἀδελφοὶ τοῦ Σωτῆρός εἰσι· καὶ ἡ περὶ τούτους εὔνοια καὶ σπου δὴ τὴν ἀναφορὰν ἐπὶ τὸν Κύριον ἔχει τὸν φήσαντα· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἰ δὲ τὰ τῶν ἐλαχίστων οἰκειοῦται, πολλῷ μᾶλλον τὰ τῶν ἐκλεκτῶν οἰκειώσεται, μόνον μὴ τὴν διακονίαν ἀφορμὴν ἀδια φορίας λογίσηται, ἀλλ' ἐν πάσῃ νήψει ἑαυτὸν ἀσφα λιζέσθω, ἵνα καὶ ἑαυτῷ καὶ τοῖς συντυγχάνουσιν ὠφέλεια γένηται. Ἂν δέ τι τῶν εὐτελεστέρων ἔργων δέῃ ἐργάζεσθαι, χρὴ εἰδέναι, ὅτι καὶ ὁ Σωτὴρ τοῖς μαθηταῖς διηκόνησε, καὶ τὰ εὐτελῆ τῶν ἔργων ποιῆσαι οὐκ ἀπηξίωσε, καὶ μέγα ἀνθρώπῳ Θεοῦ γε νέσθαι μιμητὴν, διὰ τῶν ταπεινῶν τούτων εἰς τὸ ὕψος τῆς μιμήσεως ἐκείνης ἀναγομένῳ. Τίς δ' ἂν καὶ λέγοι λοιπὸν ταπεινὸς, ὧν Θεὸς τῆς ἐνεργείας ἐφήψατο.