Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Ὅτι οὐ χρὴ τιμὰς καὶ πρεσβείας ἐπιζητεῖν τὸν ἀσκητήν. Τιμὰς δὲ κατὰ μηδὲν ἐπιζητεῖν προσήκει τὸν ἀσκητήν. Εἰ μὲν γὰρ ἐνταῦθα τῶν πόνων καὶ τῶν κατορθωμάτων ἐπιζητεῖ τὰς ἀμοιβὰς, ἄθλιος τῆς ἀντιμισθίας ἐστὶ, τοῖς προσκαίροις τὰ αἰώνια ζη μιούμενος· εἰ δὲ προείλετο ἐνταῦθα μὲν ἀγωνίσασθαι, ἐν οὐρανῷ δὲ τοὺς στεφάνους κομίσασθαι, ὀφείλει μὴ μόνον μὴ ἐπιζητεῖν τιμὰς, ἀλλὰ καὶ διδομένας παρ αιτεῖσθαι καὶ ἀποκρούεσθαι, ἵνα μὴ ἡ ἐνταῦθα τιμὴ τῆς ἐκεῖ δόξης ἐλάττωσις γένηται. Ὁ γὰρ παρὼν βίος ὅλος ἔργων καὶ ἀγώνων ἐστίν· ὁ δὲ μέλλων, στεφάνων καὶ ἀμοιβῶν, καθὼς ὁ μέγας Παῦλος μέλ λων τελειοῦσθαι τὴν ἐνταῦθα ζωὴν, καὶ πρὸς τὰ ἐκεῖθεν μεθίστασθαι, φησί· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιο σύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος, οὐκ ἐνταῦθα, ἀλλ' ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Καὶ πάλιν ὁ Σωτήρ φησιν· Ἐν τῷ κόσμῳ τούτῳ θλίψιν ἕξετε. Καὶ πάλιν ὁ αὐτὸς Ἀπόστολος· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βα σιλείαν τῶν οὐρανῶν. Εἰ τοίνυν βούλει βασιλεῦσαι εἰς τὸ μέλλον, ἐνταῦθα μὴ ἄνεσιν, μὴ τιμὴν ἐπι ζήτει, ἀλλὰ κἂν θλίβῃ πρὸς τὸ παρὸν ὑπὲρ τοῦ λόγου, δηλονότι τῆς ἀληθείας, γίνωσκε, ὅτι βασιλεύσειςὕστερον. Τῆς γὰρ ἐνταῦθα ὑπὲρ τοῦ καλοῦ θλίψεως οὗτος ὁ μισθὸς ὥρισται. Ἐὰν δὲ μὴ θλίβῃ, μὴ προσδοκήσῃς τοὺς ἐκεῖθεν στεφάνους, ὡς ἐνταῦθα τοὺς ὡρισμένους ἐπὶ τοῖς στεφάνοις οὐ προκαταβαλόμενος ἀγῶνας καὶ πόνους. Τιμὰς οὖν μηδαμῶς ἐπιζητείτω ὁ ἀσκητὴς, μήτε τῶν λοιπῶν προῆχθαι. Πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθή σεται. Ἐὰν ἑαυτὸν ὑψώσῃ ὁ ἀσκητὴς, βαρὺν καὶ δυνατὸν ἔχει τὸν ταπεινοῦντα, καὶ μέχρις ᾅδου κατ άγειν δυνάμενον· ἐὰν δὲ ἑαυτὸν ταπεινώσῃ, λαμπρὸν καὶ ὑπερμέγεθες ὑψωθήσεται, Θεοῦ πρὸς τὴν οἰκείαν δύναμιν ὑψοῦντος τὸν ταπεινούμενον. Περίμενε τοί νυν τὸν καλῶς ὑψοῦντα, ὦ ἀσκητὰ, καὶ μηδαμῶς μικροψύχει πρὸς τὰ παρόντα. Ἀθλητὴς γὰρ εἶ καὶ ἐργάτης τοῦ Χριστοῦ, ὅλην τὴν ἡμέραν ἀθλῆσαι συν θέμενος, καὶ ὅλης τῆς ἡμέρας ὑπομεῖναι τὸν καύσω να. Τί, μηδέπω πληρώσας τῆς ἡμέρας τὸ μέτρον, μεταδιώκεις τὴν ἄνεσιν; Ἔκδεξαι τὴν ἑσπέραν, τὸ πέρας τῆς ἐνταῦθα ζωῆς, ἵνα, ἐλθὼν ὁ οἰκοδεσπότης, τοὺς μισθούς σοι ἀπαριθμήσηται. Ὀψίας γὰρ γενο μένης, εἶπεν ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν· οὐ μεσούσης ἡμέρας, οὐδὲ ἐν ἀρχῇ τῆς μισθώσεως. Περίμεινον οὖν τὸ πέρας τοῦ βίου, καὶ τότε κομίσῃ τοὺς μισθοὺς ἐπαξίως. Ἄρτι δὲ στέγε τὴν ἐσχάτην χώραν, ἵνα τότε λάβῃς τὴν πρώτην.