Basilius Caesariensis PG 29-32
Constitutiones asceticae
Asce 25.1
Choose a text
More by Basilius Caesariensis
—
Pg Scrape Grc
25.1
Περὶ τῆς κατὰ τὰ βρώματα ἀτυφίας καὶ ἁπλότητος. Βρωμάτων μέντοι διαφορὰν οὐδαμῶς ἐπιζητεῖν ὀφείλει ὁ ἀσκητὴς, καὶ προσποιήσει δῆθεν ἐγκρα τείας ἐξαλλαγὴν ἐδεσμάτων. Τοῦτο γὰρ ἀνατροπὴ τῆς κοινῆς εὐταξίας ἐστὶ καὶ σκανδάλων ὑπόθεσις, καὶ τοῦ οὐαὶ κληρονόμος γίνεται ὁ ἐν συστήματι ἀσκητικῷ τοιαύτας αἰτίας ταραχῆς ἐνδιδούς. Ἀλλὰ κἂν τὸ προσέψημα τοῦτο τὸ ταριχευτὸν, τὸ παρὰ τῶν ἁγίων Πατέρων ἐγκριθὲν ἀντ' ἄλλου τινὸς ἀρτύ ματος, ἐλάχιστον τοῖς βρώμασιν ἐπιβάλλεσθαι συμ πεπλεγμένον τῷ λοιπῷ ἐδέσματι τοῦ ὕδατος ἢ τῶν λαχάνων ὑπάρχῃ, μὴ προφάσει δῆθεν κενοδόξου ἐθε λοευλαβείας, ὡς κρέα παραιτούμενος, ἐπιζη τείτω τῶν ἐδεσμάτων τὰ τιμιώτερα καὶ χρηστότερα, ἀλλὰ τῷ ἀποζέματι τοῦ ἐλαχίστου τεμάχους τὸν ψω μὸν ἀπαρατηρήτως ἀποβρέχων, προσφερέσθω μετὰ πάσης εὐχαριστίας. Τὸ γὰρ ἐλάχιστον ἐκεῖνο τμῆμα, εἰς τοσοῦτον πλῆθος ὕδατος ἢ σπερματώδους εἰ τύχοι, βρώματος ἐμβληθὲν, οὐ τρυφῆς ἐστι κατ ηγόρημα, ἀλλὰ ἀκριβεστάτη τῶν ἀσκητῶν καὶ ταλαίπωρος ὄντως ἐγκράτεια. Χρὴ τοίνυν τὰ τοιαῦτα μὴ παρατηρεῖν τὸν τῆς ὁσιότητος ἀσκητήν. Οὐ γὰρ τῶν τοιούτων ἀπεχόμεθα Ἰουδαΐζοντες, ἀλλὰ τῆς τρυφῆς τὴν πλησμονὴν φεύγοντες.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).