Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Basilius Caesariensis PG 29-32
Constitutiones asceticae
Asce 27.1
Choose a text More by Basilius Caesariensis
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
27.1
Ὅτι οὐ χρὴ ἰδίας ἀσχολίας ἔχειν τὸν ἀσκητήν. Ἐξουσίαν δὲ ἑαυτοῦ οὐδὲ πρὸς τὸ ἀκαριαῖον ἔχοι ἂν ὁ ἀσκητὴς, ὥστε οἰκείαις ἀσχολίαις ἐνδια τρίβειν. Οὐδὲ γὰρ ὄργανον δίχα τοῦ τεχνίτου κινη θείη ἂν, οὐδὲ μέλος τοῦ παντὸς σώματος ἐν βραχεῖ γοῦν χωρίζεσθαι δύναιτ' ἂν, ἢ κινεῖσθαι παρὰ τὸ δοκοῦν τῷ ἔνδον τεχνίτῃ καὶ ἐπιστάτῃ τοῦ παντὸς σώματος· οὐδὲ ἀσκητὴς παρὰ τὸ δοκοῦν τῷ προ εστῶτι πράττειν τι ἢ ἐνεργεῖν χώραν ἔχει. Εἰ δὲ λέγοι δι' ἀσθένειαν σώματος ἀτονεῖν πρὸς τὰ ἐπι τάγματα, τῷ καθηγουμένῳ ἐπιτρέψει τὴν δοκιμα σίαν τῆς ἑαυτοῦ ἀσθενείας. Ἄλλως δὲ καὶ τὸ τῆς Γραφῆς λογισάμενος, ἑαυτὸν παρορμήσει πρὸς τὴν τῶν ἐπιτασσομένων ἐκπλήρωσιν, ἀκούων τῆς Γρα φῆς λεγούσης· Οὔπω μέχρις αἵματος ἀντικατέστη τε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ πάλιν ἑτέρωθι· Διὰ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε.

Intertext edge

Open linked passage

Note