Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Ὅτι οὐ χρὴ ἑταιρίας δύο ἢ τριῶν ἀδελφῶν ἐν συστήματι ἀσκητικῷ γενέσθαι. Ἀγάπην δὲ τὴν πρὸς ἀλλήλους ἔχειν μὲν προσ ήκει τοὺς ἀδελφοὺς, μὴ μέντοι τινὰς ἑταιρίας δύο κατὰ ταυτὸ ἢ τρεῖς γενομένους συνίστασθαι. Οὐ γὰρ ἀγάπη τοῦτο, ἀλλὰ στάσις ἐστὶ, καὶ διαίρεσις, καὶ κακίας τῶν συνιόντων κατηγορία. Εἰ γὰρ τὸκοινὸν τῆς εὐταξίας ἠγάπων οἱ τοιοῦτοι, κοινὴν ἂν ἔσχον πρὸς πάντας καὶ ἰσότιμον τὴν ἀγάπην· εἰ δὲ, ἀποτεμόντες καὶ διορίσαντες ἑαυτοὺς, σύστημα ἐν συστήματι γίνονται, πονηρὰ ἡ τῆς τοιαύτης φιλίας συναγωγὴ, καὶ παρηλλαγμένον τι παρὰ τὸ κοινὸν πρᾶγμα τοὺς τοιούτους συνάγει, ὅπερ ἐστὶ καινοτο μία παρὰ τὴν κρατοῦσαν εὐστάθειαν. Προσ ήκει τοίνυν μήτε τὰς τοιαύτας ἑταιρίας συγχωρεῖ σθαι, μήτε διὰ τὴν τῆς ἀγάπης τήρησιν εἰς κοινωνίαν ἔρχεσθαί τινα ἀδελφοῦ πονηρεύεσθαι βου λομένου, καὶ τοὺς τῆς κοινῆς εὐταξίας παραχαράτ τειν θεσμούς· ἀλλὰ μέχρι μὲν ἂν ἅπαντες ἐν τῷ καλῷ μένωσιν, εἶναι ἑκάστου τὴν πρὸς ἅπαντας κοι νωνίαν καὶ ἕνωσιν. Εἰ δέ τις, ἐναντιοῦσθαι τῇ κρα τούσῃ καταστάσει βουλόμενος, τὸν ἀδελφὸν συνεφέλ κεται, τοῦτον τὰ μὲν πρῶτα παρὰ τοῦ ὑγιαίνοντος, ὡς νοσοῦντα τοὺς λογισμοὺς, ἐν ἀποῤῥήτῳ νουθε τεῖσθαι· εἰ δὲ μὴ βούλοιτο κατ' ἰδίαν θεραπεύεσθαι, καὶ ἑτέρους ἀδελφοὺς τοὺς συνετωτέρους εἰς θερα πείαν αὐτοῦ συμπαραλαμβάνεσθαι, κατὰ τὸ ἱερὸν Εὐαγγέλιον· Ἐὰν δὲ μή σου ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα ἢ δύο. Εἰ δὲ μήτε αὐτοῖς πείθοιτο, τῷ προεστῶτι τὸ νόσημα τῆς ψυχῆς αὐτοῦ γνώριμον γενέσθαι· εἰ δὲ μήτε τοῦ προεστῶτος ἀνά σχοιτο, ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην λελογίσθαι αὐτὸν, καὶ ὡς πρόβατον λοιμῷ κεκρατημένον τῆς ποίμνης εἴργεσθαι, ὡς ἂν μὴ καὶ τοὺς λοιποὺς τοῦ νοσήματος ἀναπλήσειεν. Εἰ δὲ μηδεὶς εἴη ὁ τῷ πο νηρῷ βλαπτόμενος ὑποδείγματι, τότε μόνον ἡ ἐπ' αὐτῷ καὶ μετὰ τὰ εἰρημένα μακροθυμία χώραν ἕξει ἐλπίδι τῆς διορθώσεως. Μακροθυμία δὲ, ἡ ἐπὶ τῷ μὴ ἀποκόπτειν, οὐκ ἐπὶ τῷ μὴ νουθετεῖν καὶ παιδεύειν τοῖς ἐννόμοις ἐπιτιμίοις.