Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constitutiones asceticae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
Ὅτι οὐ χρὴ ἐνδυμάτων ἢ ὑποδημάτων ἐκλογὴν ἐπιζητεῖν τὸν ἀσκητήν. Ἐνδυμάτων μέντοι ἢ ὑποδημάτων μὴ τὰ ἐκλεκτὰ ἐπιζητεῖν, ἀλλ' αἱρεῖσθαι τὰ εὐτελέστερα, ἵνα καὶ κατὰ τοῦτο τὴν ταπεινοφροσύνην ἐπιδειξώμεθα, καὶ μὴ καλλωπιστῶν, καὶ φιλαύτων, καὶ ἀφιλαδέλφων δόξαν ἀπενεγκώμεθα. Ὁ γὰρ τῶν πρωτείων ἐφιέμε νος ἀγάπης καὶ ταπεινοφροσύνης κεχώρισται. ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ. Ὅτι δεῖ τὸν προεστῶτα ἀνάλογα τῆς τοῦ σώμα τος δυνάμεως ὁρίζειν τὰ ἐπιτεταγμένα· καὶ περὶ τῶν ἀποκρυβόντων τὴν ἑαυτῶν δύναμιν. Τὸν μέντοι προεστῶτα προσέχειν χρὴ, ὅπως ἂν μὴ, τῆς τοῦ σώματος δυνάμεως μείζονα τὰ ἐπιτά γματα ποιησάμενος, πρὸς ἀντιλογίαν τὸν ἀτονοῦντα διερεθίσῃ· ἀλλ' ὡς πατὴρ ἅπασιν ὁμοίως εὔνους καὶ γνήσιος, ἑκάστου τὰς δυνάμεις ἐπισκοπεῖσθαι τοῦ σώματος, καὶ οὕτως ἐπινέμειν καὶ διακληροῦσθαι τὰ ἐπιτάγματα. Κρῖμα μέντοι μέγιστον ἕξουσιν οἱ τὴν ὑπάρχουσαν τοῦ σώματος δύναμιν καὶ παρὰ Θεοῦ δεδομένην ἀρνούμενοι, καὶ καταναισχυντοῦντες τῶν προεστώτων, καὶ τοῖς ἐπιτασσομένοις οὐκ εἴ κοντες. Εἰ γὰρ τῷ προεστῶτι κίνδυνον μέγαν καὶ ἀνυπόστατον φέρει τὸ ἀποκρύψαι τοῦ λόγου τὸ τά λαντον, καὶ μὴ ἑκάστῳ προμηνῦσαι τὴν ἐρχομένην ἐπὶ τῇ ἁμαρτίᾳ ῥομφαίαν, πολλῷ μᾶλλον οἴσει κίν δυνον τῷ λαμβάνοντι παρὰ τοῦ Θεοῦ δύναμιν σώμα τος εἰς λυσιτέλειαν τοῦ κοινοῦ, καὶ ταύτην καταρ γοῦντι καὶ ἀποκρύπτοντι.

Intertext edge

Open linked passage

Note