Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1
Ὅτι οὐ δεῖ τοὺς ἀδελφοὺς λυπεῖσθαι, τῶν ἀσθενεστέρων φειδοῦς ἀξιουμένων. Μὴ μέντοι τοὺς ἀδελφοὺς λυπεῖσθαι καὶ ἀγανα κτεῖν, ἐπειδὰν τοῖς ἀσθενεστέροις ὁ προεστὼς τὰς ἁρμοζούσας ἐγχειρίζοι διακονίας, καὶ φειδοῦς ἀξιώσῃ τούτους, οὕτω τῆς χρείας εἰσηγουμένης· ἀλλὰ τοὺς δυνατωτέρους ὡς μελῶν ἀσθενεστέρων φείδεσθαι τῶν δεομένων φειδοῦς, καὶ ταύτῃ τὴν πνευ ματικὴν ἀγάπην πληροῦν. Οὐδὲ γὰρ ὁ ποῦς ἐν τῷ σώματι τῆς χειρὸς κατεξανασταίη, ἢ καὶ ταύτην εἰς τὴν οἰκείαν διακονίαν βιάσοιτο, οὐδὲ ἡ χεὶρ σύμ πασα τῷ μικροτάτῳ δακτύλῳ τῆς οἰκείας ἐνεργείας ἐπιθήσει τὸ ἄχθος· ἀλλ' ἕκαστον τῶν μελῶν ἣν ἔλαχε παρὰ τῆς φύσεως δύναμιν, ταύτην ἐνεργεῖ διαβα στάζων τὰ ἀσθενέστερα. Ταύτης τῆς τάξεως ἐν πνευματικῷ συστήματι φυλασσομένης, δειχθήσεται, ὅτι ὄντως ἐσμὲν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους, τὴν ἁρμονίαν τῆς συναφείας καὶ τὴν πρὸς ἀλλήλους ἀστασίαστον ἕνωσιν διαπαντὸς φυλάττοντες.