Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Ὅτι οὐ χρὴ τοὺς προεστῶτας τοῖς ἀποστατοῦσι τοῦ οἰκείου ἀθροίσματος ἀσκηταῖς παῤῥησίας μεταδιδόναι, ἢ τούτους εἰς κοινωνίαν βίου δέχεσθαι. Χρὴ μέντοι καὶ τοὺς τῶν πνευματικῶν συστη μάτων ἀφηγουμένους, τὴν πρὸς ἀλλήλους ἀσκοῦν τας εὔνοιαν, καὶ τὴν ἀλλήλων οἰκειουμένους φρον τίδα, μὴ καταλύειν τὰ ἀλλήλων σπουδάσματα, μηδὲ ἁπλῶς καὶ ἀβασανίστως τοὺς ἀποστατοῦντας τῶν ἀδελ φῶν ἀλλήλων ἀνθυποδέχεσθαι. Τοῦτο γάρ ἐστι σύγχυσις παντελὴς, καὶ διάλυσις, καὶ τοῦ πνευματικοῦ ἔργου καθαίρεσις. Οἱ μὲν γὰρ συνετώτεροι τῶν ἀδελφῶν τῷ τοῦ Θεοῦ φόβῳ κρατούμενοι, βεβαίως τῷ καλῷ περιμένουσιν· οἱ δὲ νωθέστεροι καὶ ῥᾳθυμότε ροι καὶ ὑπὸ τῆς περὶ ἀνθρώπους αἰδοῦς, καὶ τῆς ἐπηρτημένης ἐξ ἀνθρώπων ἀνάγκης πρὸς τὸ καλὸν παιδαγωγοῦνται καὶ διευθύνονται. Ἂν τοίνυν ὁ ῥᾳ θυμότερος ἴδῃ ἐξὸν αὐτῷ μετὰ ἀδείας ἀποφεύγειν τοὺς ἐν τῷ ἅπαξ αἱρεθέντι συστήματι πόνους, καὶ μεθίστασθαι πρὸς ἑτέραν καταγωγὴν, καὶ βιοῦν ἀφυλάκτως καὶ ἀκρατῶς, εὐκόλως ἀποῤῥαγήσεται, καὶ τῆς αὐτοῦ ἀπωλείας ἔνοχος ὁ προχείρως ὑπο δεχόμενος ἔσται. Καὶ τὸ κακὸν τοῦτο προβαῖνον πολλάκις καὶ τοὺς καλῶς ὁδεύοντας τῆς ὀρθῆς ὁδοῦ καὶ δικαίας ἐξίστησι· καὶ ἡ τῶν πάντων ἀπώλεια ἐπὶ τὸν διδόντα τὰς ἀφορμὰς τοῖς ὀλισθήμασι σω ρευθήσεται. Ἵνα οὖν μὴ τοῦτο γένηται, τοὺς ἀπο στατοῦντας τῶν ἀδελφῶν ἢ νουθετῶμεν καὶ ἐπαν άγωμεν ὅθεν ἐξέβησαν, ἢ μὴ πειθομένους ἡμῖν φυ λαττώμεθα, καὶ τὴν συντυχίαν αὐτῶν παραιτώμεθα, καὶ τοῖς ἀδελφοῖς πᾶσι τοῦτο παρεγγυῶμεν· ὥστε ἢ αὐτοὺς γοῦν ἐκείνους σωφρονισθέντας τῇ τοι αύτῃ ἀποστροφῇ ἐπανελθεῖν ἐπὶ τὴν οἰκείαν μάνδραν, καὶ ὑπὸ τῷ ἀποκληρωθέντι ποιμένι ποιμαίνεσθαι, ἢ εἰ ἐκεῖνοι ἐμμένοιεν τῇ ἀθετήσει τῆς πνευματικῆς κοινωνίας, τοὺς γοῦν λοιποὺς θεασαμένους ὅπως βδελυκτοὶ γεγόνασι, σωφρονισθῆναι τῷ ὑποδείγματι, καὶ φεύγειν τὴν μίμησιν τὴν αἰσχύνην ἀποδιδρά σκοντας. Ὅτι δὲ οὐκ ἐμοὶ ταῦτα λόγοι, ἀλλ' ἐναργεῖς λό γοι τοῦ Πνεύματος, αὐτὰ τὰ Παύλου ῥήματα παρα θήσομαι, δι' ὧν τοὺς ἀκρατῶς βιοῦντας ἐκόλασε μετὰ τῶν ἄλλων καὶ τοὺς μεθύοντας καὶ τοὺς λοιδόρους ἐπιτιμίοις ὑποβάλλων. Ἐὰν γάρ τις ἀδελφὸς ᾖ πόρνος, φησὶν, ἢ λοίδορος, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Καὶ πάλιν ἑτέρωθι περὶ τῶν μηδὲν ἐργαζομένων, ἀλλὰ περιεργαζομένων, ἔλεγε· Τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμί γνυσθε αὐτῷ. Ὅτι δὲ ὁ τὰς ἐπὶ τοῦ Πνεύματος συμβάσεις παρασπῶν τὰ χείρονα τῶν λοιδόρων, καὶ τῶν μεθυόντων, καὶ τῶν ἐν ἀργίᾳ διατελούντων τολ μᾷ, παντί που δῆλόν ἐστιν. Ὥστε ἀκολούθως ὁ λόγος τοὺς καταλύοντας τὴν πνευματικὴν εὐταξίαν τῆς ὁμιλίας τῶν φυλαττόντων αὐτὴν εἶρξαι καὶ ἀποκω λῦσαι παρεγγυᾷ. Τότε δὲ μόνον ἀνεπιτίμητον προσήκει μένειν ἀδελφοῦ χωρισμὸν, ἡνίκα ἂν κρίσει τοῦ προεστῶτος ἐπ' οἰκονομίᾳ τινὶ γένηται.