Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constitutiones asceticae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ὅτι δεῖ τῇ δυνάμει τοῦ σώματος μετρεῖν τὴν ἐγκράτειαν· καὶ ὅτι καλὸν καὶ ἔννομον ἡ τοῦ σώματος ἐργασία. Ἀκόλουθον μέντοι καὶ γαστρὸς ἐπικρατεῖν. Γαστρὸς γὰρ παιδαγωγία παθῶν ἐστι κόλασις· παθῶν δὲ κόλασις ἀταραξία καὶ γαλήνη ψυχῆς· γαλήνη δὲ ψυχῆς ἀρετῶν γονιμωτάτη πηγή. Ἐγκράτεια δὲ γαστρὸς ἀρίστη ἡ ἑκάστῳ μετρουμένη πρὸς τὴν τοῦ σώματος δύναμιν. Ἐνίοις μὲν γὰρ καὶ ἐπιτεταμένη κακοπάθεια ἄλυπος ὤφθη, καὶ ἄνεσις μᾶλλον ἢ πόνος ἔδοξε διὰ τὸ στεῤῥὸν καὶ ἀνένδοτον τῆς τοῦ σώ ματος κατασκευῆς καὶ δυνάμεως· τὸ δὲ τούτοις ἀνεκτὸν ἑτέροις κινδύνων ὑπόθεσις γέγονε. Σωμάτων γὰρ πρὸς σώματα τοσαύτην ἄν τις εὕροι διαφορὰν, ὅσην χαλκοῦ καὶ σιδήρου πρὸς τὰ φρυγανώδη τῶν ξύλων. Ὥστε ἐγκράτειαν αἱρεῖσθαι προσήκει πρὸς λόγον τῆς ὑπαρχούσης δυνάμεως. Ἀρεταὶ μὲν γὰρ ἐν μόνῃ τῇ ψυχῇ κατορθούμεναι πᾶσαι πᾶσιν ὁμοίως ταχθήσονται· οἷον πραότης, ἐπιείκεια, ταπεινο φροσύνη, ἀγαθωσύνη, φιλαδελφία, τὸ ἄδολον, τὸ φιλάληθες, τὸ συμπαθὲς, τὸ ἥμερον, τὸ φιλάνθρω πον· ταύτας γὰρ ἐξαιρέτους φαμὲν τῆς ψυχῆς ἀρετὰς, ἐπείπερ εἰς τὴν αὐτῶν κτῆσίν τε καὶ κατ όρθωσιν οὐδὲν πλέον τὸ σῶμα τῇ ψυχῇ συνεισφέρει ἢ τὸ βουλευτήριον αὐτῇ γενέσθαι τῆς περὶ αὐ τῶν διασκέψεως· ἐγκράτεια δὲ ἑκάστῳ πρὸς τὴν δύ ναμιν τοῦ σώματος ὁρισθήσεται, ὥστε μήτε ἔλαττον τῆς ὑπαρχούσης δυνάμεως διελθεῖν, μήτε τοῖς ὑπὲρ τὴν δύναμιν ἐπεκτείνεσθαι. Καὶ τοῦτο γὰρ, οἶμαι, προσήκει σκοπεῖν, ὅπως ἂν, μὴ τῇ ἀμετρίᾳ τῆς ἐγκρατείας τὴν δύναμιν τοῦ σώματος καταλύ σαντες, ἀργὸν αὐτὸ καὶ ἄπρακτον πρὸς τὰ σπουδαῖα τῶν πράξεων ἀποφήνωμεν. Οὐ γὰρ δὴ ποιῶν ὁ Θεὸς τὸν ἄνθρωπον ἀργὸν καὶ ἀκίνητον αὐτὸν εἶναι βεβού ληται, ἀλλ' ἐνεργὸν ὑπάρχειν πρὸς τὰ καθ ήκοντα, ἐν μὲν τῷ παραδείσῳ κελεύσας τὸν Ἀδὰμ ἐργάζεσθαι, καὶ φυλάττειν αὐτὸν (εἰ γὰρ καὶ θεωρία τῷ ῥητῷ πρόσκειται, ἀλλὰ γοῦν καὶ τὸ ἰδικὸν ζήλου καὶ σπουδῆς ἄξιον), μετὰ δὲ τὴν ἐκεῖθεν ἔκπτωσιν ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἐσθίειν ἀποφηνά μενος. Τὰ δὲ πρὸς τὸν Ἀδὰμ εἰρημένα, ὅτι πᾶσι τοῖς ἐξ αὐτοῦ γεγεννημένοις εἴρηται, δῆλον ἐντεῦθεν. Καὶ γὰρ τὸν θάνατον ὥρισε μὲν ὁ Θεὸς κατ' ἐκείνου, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, εἰπών· πάντες δὲ οἱ ἐξ αὐτοῦ γεγονότες μετέσχον παρα πλησίως ἐκείνῳ τοῦ πάθους. Προσήκει τοίνυν μηδὲν καινοτομεῖν παρὰ τὴν φύσιν καὶ τοὺς ὅρους τοῦ εὐεργέτου τῆς φύσεως, ἀλλ' ἐμμένοντα τούτοις, ἔμπρακτον ἔχειν τὸ σῶμα, μηδαμοῦ ταῖς ἀμετρίαιςπαραλυόμενον. Τοῦτο γὰρ, οἶμαι, ἀρίστης οἰκονομίας ἐστὶ, τὸ τοῖς κειμένοις κατακολουθεῖν ὅροις. Ἄλλως τε καὶ ἐκ πλειόνων μαρτυριῶν τῆς θείας Γραφῆς ἔχομεν ἂν συστῆσαι τὸν λόγον. Ἡ γὰρ θεία Γραφὴ ἐργάζεσθαι μὲν κελεύει, καὶ κινεῖσθαι τῷ σώματι, καὶ μᾶλλον ἑτέρων ὑπερείδειν ἀσθέ νειαν, ἢ τῆς παρ' ἑτέρων δεῖσθαι χειρός· κατα μαραίνειν δὲ τοῦτο καὶ παραλύειν ταῖς ἀμέτροις ἐκτή ξεσιν οὐδαμῶς. Καὶ τούτου ἀξιοπιστότατόν σοι παρέξομαι μάρτυρα τὸν ἅγιον Παῦλον, πὴ μὲν λέ γοντα· Ἀκούομέν τινας ἐν ὑμῖν ἀτάκτως περιπα τοῦντας, μηδὲν ἐργαζομένους· καὶ τὴν ἀργίαν ἀταξίαν ἀποφηνάμενον· Οὐκ ἠτακτήσαμεν γὰρ, φησὶν, ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι· καὶ τὸ τούτου πλέον· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται· ἑτέρωθι δὲ πάλιν· Ἵνα ἐργαζόμενοι, φησὶ, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι· καὶ πάλιν ἄλλοθι· Ἡσυ χάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν. Τύφου παντὸς ἀπηλλάχθαι προσ ήκει τὸν ἀσκητὴν, καὶ τὴν μέσην ὄντως καὶ βασιλι κὴν ὁδὸν πορευόμενον, ἐπὶ θάτερα μηδαμῶς ἀποκλί νειν· μήτε τὴν ἄνεσιν ἀσπαζόμενον, μήτε τῇ ὑπερ βολῇ τῆς ἐγκρατείας ἀχρειοῦντα τὸ σῶμα. Εἰ μὲν γὰρ καλὸν ἦν παρεῖσθαι τῷ σώματι, καὶ κεῖσθαι νεκρὸν ἔμπνουν, τοιούτους πάντως ἂν ἡμᾶς κατ εσκεύασεν ἐξ ἀρχῆς ὁ Θεός· εἰ δὲ οὐ πεποίηκεν οὕτως, πάντως ὅ τι περ ἂν καλὸν ἔγνω, τοῦτο καὶ ἀπετέλεσεν· εἰ δὲ ὅπερ καλὸν ἦν, τοῦτο ἡμᾶς ἀπειρ γάσατο, ἁμαρτάνουσιν οἱ τὸ καλῶς ποιηθὲν, ὡς ἔν εστιν, οὐ φυλάττοντες. Ἓν οὖν ὁ ἀσκητὴς τῆς εὐσεβείας σκοπείτω, εἰ μήπου κακία διὰ ῥᾳθυμίας ἐνεφώλευσε τῇ ψυχῇ, εἰ μήπου ἡ νῆψις καὶ ἡ πρὸς Θεὸν ἐκτενὴς τῆς διανοίας ἀπότασις ἐξελύθη, εἰ μήπου ὁ τοῦ Πνεύματος ἁγια σμὸς, καὶ ὁ ἐκεῖθεν ἐγγενόμενος τῇ ψυχῇ φωτισμὸς ἠμαυρώθη. Ὡς, εἴγε τὰ εἰρημένα ἀκμάζοι καλὰ, οὐδαμῶς καιρὸν ἕξει τὰ πάθη τοῦ σώματος κατεξαν ίστασθαι, τῆς ψυχῆς πρὸς τὰ ἄνω ἀσχολουμένης, καὶ οὐκ ἐνδιδούσης καιρὸν τῷ σώματι τῆς διαναστά σεως τῶν παθῶν. Εἰ γὰρ, διανοουμένων ἡμῶν τι πολλάκις κατὰ τὸν βίον συντόνῳ λογισμῷ, καὶ ἡ ὄψις καὶ ἡ ἀκοὴ ἀνενέργητος ἔμεινε, καὶ ὅλη ἡ ψυχὴ τοῦ ἐνθυμήματος ἔχεται, καταλιποῦσα τὰς αἰσθήσεις ἐρήμους, πολλῷ μᾶλλον εἰ ὁ θεῖος ἔρως ἐνακμάζοιἡμῶν τῇ ψυχῇ, οὐδὲ καιρὸν τῆς περὶ τὰ πάθη ἐννοίας ἕξομεν. Εἰ δέ που καὶ μικρὸν ταῦτα διανα σταίη, ταχέως τῇ τῆς ψυχῆς μεγαλονοίᾳ καταστα λήσεται. Τί γὰρ βέλτιον, εἰπέ μοι, μιμεῖσθαι τῶν δένδρων τὰ εὔκαρπα, ἃ καὶ αὐτὰ πλουτεῖ, καὶ ἑτέ ρους ταῖς εὐκαρπίαις εὐφραίνει, ἢ παρεοικέναι τῶν λαχάνων τοῖς ὑπὸ καύσωνος καὶ ἀνυδρίας μαραινο μένοις, καὶ εἶναι, κατὰ τὸν προφήτην, ὥσπερ σεύ τλιον ἡμίεφθον, οὐδὲ ταῖς οἰκείαις χρείαις ὑπηρετεῖ σθαι δυνάμενον (καὶ ταῦτα αὐτοτελῆ τὴν τῆς οἰκείας θεραπείας δύναμιν παρὰ τῆς φύσεως ἔχοντας)· ἐξ ἡμισείας δὲ τὴν φιλοσοφίαν ἐργάζεσθαι ψυχῇ μόνῃ, ἀλλ' οὐχὶ καὶ τῷ σώματι; Εἰ μὲν γὰρ ἔξω τοῦ σώ ματος καθειστήκειμεν, ἀναγκαῖον τῇ ψυχῇ μόνῃ σπουδάζειν τὰ βέλτιστα· ἐπεὶ δὲ διπλοῦς ὁ ἄνθρωπος, διπλοῦν εἶναι προσήκει καὶ τὸ τῆς ἀρετῆς σπούδασμα, πόνοις τε σώματος καὶ ψυχῆς ἀσκήμασι κατορθού μενον. Πόνοι δὲ σώματος οὐχ ἡ ἀργία, ἀλλὰ τὸ ἔρ γον ἐστί. Δεῖ μέντοι καὶ τοῦτο σκοπεῖν, ὅπως ἂν μὴ προ φάσει τῆς τοῦ σώματος χρείας εἰς ὑπηρεσίαν τῶν ἡδονῶν ἐξοκείλωμεν. Εἰ μὲν γὰρ ἦν, ἐνδείᾳ διηνεκεῖ προσανέχοντας, τὰς καθηκούσας ἐκτελεῖν ἐργασίας τῷ σώματι, τοῦτο ἂν ἦν ἄριστον· ἐπεὶ δὲ λίαν ὀλίγων σωμάτων ἐστὶ τῇ τοιαύτῃ διαιτήσει μὴ κατα πίπτειν, δεῖ καὶ νηστεύειν ἔμμετρα, καὶ τὴν ἀναγ καιοτάτην ἐπικουρίαν εἰσφέρειν τῷ σώματι, μὴ τῆς ἡδονῆς ἡγουμένης περὶ τὰ βρώματα, ἀλλὰ τοῦ λογι σμοῦ τὴν χρείαν μετὰ ἀκριβείας ὁρίζοντος· καθάπερ τινὸς ἐπιστήμονος ἰατροῦ τοῖς καθήκουσιν ἀπροσπα θῶς τὴν ἀσθένειαν θεραπεύοντος. Ταύτης γὰρ τῆς διαθέσεως ἐν ψυχῇ γενομένης, οὐδὲν ὁ μετέχων τῆς τροφῆς τοῦ μὴ μετέχοντος δεύτερος εἰς φιλοσο φίαν φανεῖται· ἀλλὰ τῷ μὲν σκοπῷ τὴν διηνεκῆ οὐ νηστείαν μόνον, ἀλλὰ καὶ ἀτροφίαν κατώρθωσε, τῇ δὲ περὶ τὸ σῶμα προμηθείᾳ τῆς ἀρίστης οἰκονομίας τὸ ἐπαινετὸν ἔχει. Οὐ γὰρ οἶδεν ἡ σύμμετρος ἀγωγὴ τοῦ σώματος καὶ ἐγκράτεια τὰς ἐπιθυμίας ἀναφλέ γειν, καὶ ἀδάμαστα τὰ πάθη ποιεῖν. Πλεονεξίας γὰρ καὶ τρυφῆς τοῦτό γε. Καὶ ταῦτα μὲν οὖν, ὅσον ἐκ τῶν τῆς φύσεως νόμων καὶ μαρτυριῶν τῆς θείας Γραφῆς, συστῆσαι τὸ νῦν εἰς διάσκεψιν ἡμῖν προ κείμενον. Ἐπειδὴ δὲ δεῖ μὴ μόνον ταῖς τῶν λόγων ὑποθήκαις κρατῦναι τὰ εἰρημένα, ἀλλὰ καὶ πρακτι κοῖς ὑποδείγμασι τὴν συμβουλὴν βεβαιώσασθαι, ἐπ' αὐτὴν ἤδη βαδιοῦμαι τοῦ Σωτῆρος τὴν πολι τείαν, ἣν κατὰ σάρκα πολιτευσάμενος πᾶσι τοῖς εὐ σεβῶς βιώσασθαι θέλουσι τύπον ἀρετῆς καὶ πρό γραμμα τέθεικεν· ὥστε τοὺς λοιποὺς, ὁρῶντας εἰς ἐκείνους τοὺς χαρακτῆρας, τὴν ὁμοίαν τοῖς ἑαυτῶνβίοις ἐναποτυποῦν ἰδέαν, οὐδαμοῦ τὸ ἀρχέτυπον τῇ παραλλαγῇ τῆς μιμήσεως διαστρέφοντας. Ὅτι γὰρ τὸν οἰκεῖον βίον ὁ Σωτὴρ εἰκόνα πολιτείας ἀρίστης πᾶσι τοῖς αὐτῷ πείθεσθαι θέλουσιν ἔθηκεν, ἄκουσον αὐτοῦ διαῤῥήδην τοῦτο διδάσκοντος· Ἐάν τις γὰρ, φησὶν, ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω, οὐ τὴν κατὰ σάρκα δηλῶν ἀκολούθησιν (ἦν γὰρ πᾶσιν ἄπο ρος, τοῦ Κυρίου τανῦν ἐν οὐρανοῖς εἶναι κατὰ τὸ σῶμα γινωσκομένου), ἀλλὰ τὴν ἀκριβῆ τῆς πολι τείας κατὰ τὸ ἐγχωροῦν μίμησιν. Πῶς οὖν ὁ Σωτὴρ ἡμῶν βεβίωκε, καὶ πῶς πε πολίτευται; Ἁμαρτίαν μὲν οὐκ ἐποίησε. Πῶς γὰρ ἂν ἡ δικαιοσύνη τῇ ἁμαρτίᾳ ἡττήθη; πῶς δ' ἂν τὸ ψεῦδος τῆς ἀληθείας ἐκράτησεν; πῶς δὲ ἡ δύναμις ὑπὸ τῆς ἀσθενείας κατεπαλαίσθη; ἢ πῶς τὸ μὴ ὂν τοῦ ὄντος περιεγένετο; Ὁ μὲν γὰρ Θεὸς ἀεὶ ὢν, καὶ τῆς ὑπάρξεως ὅρον οὐκ ἔχων, πέρας οὐ προσιέμενος· ἡ δὲ ἁμαρτία ἔστι μὲν οὐδέποτε, οὐδὲ ἐν ἰδίᾳ ὑπο στάσει καταλαμβάνεται· ἐν δὲ τοῖς δρῶσιν αὐτὴν μᾶλλον ἢ ἐν τοῖς δρωμένοις κακῶς ἀπολείψει τοῦ καλοῦ τὴν ὕπαρξιν ἔχουσα, σκότος τυποῦται τοῖς ἀδικήμασι νοερὸν, τῷ δὲ φωτὶ τῆς δικαιοσύνης δια λυόμενον· τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ τῷ πέρατι τῶν ἀτοπημάτων συνδιατρέχον. Πεπαυμένων γὰρ τῶν πονηρῶν πράξεων, καὶ ἡ ὕπαρξις τῆς ἁμαρ τίας συναφανίζεται. Ζητηθήσεται γὰρ, φησὶν, ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ· κἂν ἡ ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρία τεταμιευμένη τύχοι τοῖς ἁμαρ τάνουσι, καὶ ἄλυτος ἡ ἐπὶ τοῖς ἀδικήμασι κόλασις. Ἁμαρτίαν τοίνυν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Μακροθυμίας δὲ, καὶ ἀνεξικακίας, καὶ χρηστότητος, πραότητός τε καὶ φιλανθρωπίας, καὶ ἡμερότητος, ταπεινοφροσύνης τε καὶ φρονήσεως, καὶ πάσης ἁπαξαπλῶς ἀρετῆς πολλὰ παρέσχε τὰ ὑποδείγματα, ἅπερ ἐν τοῖς Εὐαγγελίοις σαφῶς διηγόρευται. Μακροθυμίας μὲν καὶ ἀνεξικα κίας, τῷ φέρειν τὰς τῶν Ἰουδαίων ἐπιβουλὰς, ἀεὶ ταῖς ἑξῆς ὑπερβολαῖς τὰ πρότερα πονηρεύματα καλυπτούσας· καὶ διελέγχειν μὲν αὐτοὺς ἠρέμα, ὅσον στῆσαι τῆς πονηρίας, ἀμύνασθαι δὲ καὶ ἐπ εξιέναι οὐδὲ κατὰ μικρὸν, ἀλλὰ φιλονεικεῖν ταῖς εὐερ γεσίαις τὴν ἐκείνων ἀπανθρωπίαν νικᾷν, καὶ ταῖς τῶν ἀγαθῶν χορηγίαις τὴν τῆς πονηρίας ἐπίτα σιν· καὶ τὸ τελευταῖον σταυρὸν ὑπὲρ τῶν σταυρωσάντων αὐτὸν ἀναδέχεσθαι· πραότητος δὲ καὶ ἡμερότητος, τῷ πάντας προσίεσθαι μετὰ τῆς αὐτῷ πρεπούσης χρηστότητος, καὶ θάρσος ὁμιλίας παρ έχειν οὐ τοῖς σπουδαίοις τῶν ἀνθρώπων μόνον, ἀλλ' ἤδη καὶ οἷς τὰ αἴσχιστα ἐπιτηδεύειν φίλον καὶ σύν ηθες. Οὕτω γοῦν πόρναι καὶ τελῶναι προσίεσαν, οὐχ ἵνα τὸ νόσημα τῆς λαγνείας ἢ τῆς φιλαργυρίας αὐξήσωσιν, ἀλλ' ἵνα τὸ νόσημα τῆς ψυχῆς ἀποτρί ψωνται. Καὶ οὐ κατεδύοντο μᾶλλον τῷ συνειδότι τῆς πονηρίας, ἢ ἐθάῤῥουν τῇ ἐλπίδι τῆς θεραπείας. Εὕ ρισκον γὰρ καὶ τὴν πεῖραν τῆς ἐλπίδος ὑψηλοτέραν. Τῆς δὲ φιλανθρωπίας καὶ τῆς εὐσπλαγχνίας αὐτοῦ τίνα τὰ ὑποδείγματα; Ἄρτι μὲν ἐν τῇ ἐρήμῳ τοῖς ὑπὸ ἐνδείας ἐκλυομένοις τράπεζαν αὐτὸν σχεδιά ζειν ἀμφιλαφῆ, διπλῇ δεξιούμενον, τῷ τε ἀφθόνῳ τῆς χρείας καὶ τῷ παραδόξῳ τοῦ πορισμοῦ· ἄρτι δὲ ἐπὶ τοῖς κειμένοις σπλαγχνίζεσθαι, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἰᾶσθαι μὲν σωματικὰς ἀσθενείας, λώβας τε μελῶν καὶ πηρώσεις ἐπανορθοῦσθαι· λύειν δὲ καὶ ψυχικὰς ἀῤῥωστίας, καὶ ἁμαρτημάτων ἀλύ τους δεσμοὺς, καὶ στραγγαλιὰς βιαίων συναλλαγμά των, ἃς πρὸς τὸν πατέρα τῆς ἁμαρτίας τὸν διάβολον πεποιήμεθα. Ταπεινοφροσύνης δὲ ἡλίκα τὰ ὑποδεί γματα; Τὸ μὴ μόνον ἑλέσθαι σάρκα περιβαλέ σθαι, ἀλλὰ γὰρ καὶ ταπεινῶν, κατὰ τὸ παρὸν σχῆμα, γονέων παῖς τὸ μὲν γενέσθαι, τὸ δὲ νομισθῆ ναι· γενέσθαι μὲν τῆς μητρὸς, νομισθῆναι δὲ τοῦ λεχθέντος πατρός. Φρονήσεως δὲ τὸ ἄρτι μὲν διελέγχειν τοὺς Σαδδουκαίους διαγελᾷν τὴν ἀνάστασιν πειρωμένους τῷ πλάσματι τῶν ἑπτὰ ἀδελφῶν ἐπὶ μιᾷ γαμετῇ τεθνεώτων· ἄρτι δὲ τοὺς μαθητὰς τῶν Φαρισαίων μετὰ τῶν Ἡρωδιανῶν καταισχύνειν, ἡνίκα, τὸ ἀμφίκρημνον ἐρώτημα προβαλλόμενοι, Εἰ δέοι κῆνσον Καίσαρι δοῦναι, ἢ οὒ, ἀπόκρισιν ἐδέ χοντο περιδέξιον, ἐφ' ἑκάτερα ἑλεῖν τὴν ἐκείνων ἄνοιαν δυναμένην, οὐχὶ δοῦναι, ἀλλὰ ἀποδοῦναι προσ τάσσουσαν. Ἀπόδοτε γὰρ, φησὶ, τὰ τοῦ Καίσαρος τῷ Καίσαρι· ἐπειδὴ τὸ νόμισμα Καίσαρος ἦν, οὗ τὴν εἰκόνα καὶ τὴν ἐπιγραφὴν ἔφερε. Καὶ τὰ μὲν προηγούμενα τῶν κατορθωμάτων ταῦτα, καὶ τούτων ἀπείρῳ τῷ ἀριθμῷ πλείονα· τὰ δὲ τοῦ σώματος ἡλίκα, καὶ ὅσα; Ὧν ἕνεκα μάλιστα προ ῆκται καὶ τὸ ὑπόδειγμα. Κατὰ μὲν τὴν πρώτην ἡλικίαν τοῖς γονεῦσιν ὑποτασσόμενος, ἅπαντα πόνον σωματικὸν πράως καὶ εὐπειθῶς συνδιέφερεν. Ἄνδρες γὰρ ὄντες δίκαιοι μὲν καὶ εὐσεβεῖς, πένητες δὲ καὶ τῶν ἀναγκαίων οὐκ εὔποροι (καὶ μάρτυς ἡ φάτνητῶν τιμίων τόκων ἡ θεραπεία), εἰκότως πόνοις σώ ματος προσωμίλουν διηνεκέσι, τὴν ἀναγκαίαν χρείαν ταύτῃ ἑαυτοῖς συμπορίζοντες. Ἰησοῦς δὲ τού τοις ὑποτασσόμενος, ὥς φησιν ἡ Γραφὴ, πάντως καὶ τῷ συνδιαφέρειν τοὺς πόνους τὴν εὐπείθειαν ἐπ εδείκνυτο. Προϊὼν δὲ καὶ τὰς δεσποτικὰς καὶ θείας εὐεργεσίας ἀπογυμνῶν, καὶ μαθητὰς λοιπὸν αἱρού μενος, καὶ βασιλείαν οὐρανῶν κηρύσσειν διανοούμε νος, οὐκ ἐπὶ μιᾶς γωνίας κείμενος, ἐκλυόμενός τε τὸ σῶμα, τῆς παρ' ἑτέρων ἐδεῖτο διακονίας, ἀλλὰ ἄρτι μὲν ὁδοιπορῶν, καὶ πεζεύων διηνεκῶς, τοῖς μαθηταῖς ἅμα διακονούμενος, ὡς αὐτὸς ἔφησεν· Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν· καὶ, Καθὼς ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ δια κονῆσαι· ἄρτι δὲ νίπτων τοὺς πόδας τῶν μαθητῶν· αὖθις δὲ τῇ διδασκαλίᾳ προσδιατρίβων ἐπὶ μακρὸν, τόπον τε ἐκ τόπου μεταμείβων ἀόκνως, διὰ τὴν σω τηρίαν ἡμῶν διετέλει. Ἅπαξ δὲ ὑποζυγίῳ, καὶ τούτῳ μόνον ἐπὶ ὀλίγον χρησάμενος φαίνεται, οὐχ ἵνα τὸ σῶμα διαναπαύσῃ, ἀλλ' ἵνα τοῖς ἔργοις τὴν προφη τείαν σφραγίσηται. Τί δὲ οἱ ἀπόστολοι; Οὐχὶ τὸν Δεσπότην μεμίμηνται; οὐχὶ πόνοις ὡμίλουν διηνε κῶς; Σκόπησον Παῦλον ἐργαζόμενον ἀπαύστως, ὁδοιποροῦντα συντόνως, πλέοντα, κινδυνεύοντα, χει μαζόμενον, ἐλαυνόμενον, μαστιζόμενον, λιθαζόμενον, πᾶσιν ἀρκοῦντα τοῖς πειρασμοῖς τῇ προθυμίᾳ τῆς ψυχῆς, καὶ τῷ σθένει τοῦ σώματος. Εἰ δὲ ἦν τῇ ἀμετρίᾳ παραλύων τὴν τοῦ σώματος δύναμιν, οὐκ ἂν ἐπὶ τούτοις ἐστεφανώθη. Καλὸν οὖν, τὸν τοῦ Δεσπότου βίον καὶ τῶν τούτου μαθητῶν καὶ ἀποστό λων διά τε τῶν ψυχικῶν ἀρετῶν διά τε τῶν σωμα τικῶν ἀσκημάτων μιμούμενον, ἐνεργὸν παρέχειν τὸ σῶμα ταῖς ἀρίσταις ὑπηρετούμενον πράξεσι. Ψυχῆς μὲν γὰρ τὸ προελέσθαι τῶν καλῶν ὅσα καὶ τῇ συνερ γίᾳ τοῦ σώματος τελειοῦνται· σώματος δὲ τὸ ἐνεργεῖν ἅπερ ἡ ψυχὴ προείλετο. Ἀτονοῦντος δὲ τούτου πρὸς τὴν ἐνέργειαν, ἡμιτελὲς τὸ κατόρθωμα ἐν προαιρέσει κρυπτόμενον, καθάπερ τι βλάστημα τοῖς τῆς γῆς κόλποις ἐμμαραινόμενον, καὶ οὐ προ βαῖνον εἰς χρῆσιν τούτων, δι' οὓς καὶ ἔφυ. Ἀλλὰ, φησὶ, καὶ ὁ Κύριος ἀσιτίαν ἐπιτεταμένην διήνεγκε, καὶ Μωϋσῆς δὲ οὐδὲν ἧττον, καὶ Ἠλίας ὁ προφήτης. Ἀλλὰ καὶ τοῦτο σκόπησον, ὅτι ὁ Κύριος ἡμῶν ἅπαξ τοῦτο μόνον ἐποίησε, καὶ Μωϋσῆς δὲ καὶ Ἠλίας ὁμοίως· τὸν δὲ λοιπὸν χρόνον ἅπαντα ἐν τάξει τῇ προσηκούσῃ διακυβερνῶντες τὸ σῶμα, καὶ ἐνεργὸν τοῦτο παρέχοντες, κόποις τε καὶ πόνοις προσομιλοῦντες ἀεὶ, οὕτω τὰς ἀρετὰς τῆς ψυχῆς τῇ συνεργίᾳ τοῦ σώματος ἀπελάμπρυναν, τὸν πρα κτικὸν βίον σφραγῖδα καὶ τελείωσιν τῆς πνευματι κῆς πολιτείας πεποιημένοι. Τοῦτο μὲν Μωϋσῆς, τοῦτο δὲ Ἠλίας, τοῦτο δὲ καὶ Ἰωάννης αὐτὸς, οἰκονομίᾳ μὲν ἀποῤῥήτῳ τὴν χρονίαν ἐν τῇ ἐρήμῳ δια τριβὴν ποιησάμενος· μετὰ δὲ τὴν πλήρωσιν τῆς οἰκονομίας, ἐπὶ τὴν κεκοσμημένην χώραν ἐλθὼν, κη ρύσσων τε καὶ βαπτίζων, ἃ τοῦ πράττειν ἐστὶ, καὶ ἐκ τῆς πρὸς τὸν Ἡρώδην παῤῥησίας τὴν ἄθλησιν τελειούμενος. Τοῦτο καὶ πᾶς ὁ τῶν ἁγίων κατάλογος, καὶ Ἰησοῦς αὐτὸς ἐν τῷ πράττειν διατελῶν· ὡς εἶ ναι πάντοθεν δῆλον ἔκ τε τῶν νόμων τῆς φύσεως καὶ τῆς διδασκαλίας τῶν θείων Γραφῶν, ἔκ τε τῶν τοῖς ἁγίοις ἅπασι πεπραγμένων, ἔκ τε τῆς πολι τείας τοῦ Σωτῆρος ἡμῶν, καὶ τοῦ κανόνος τῆς τῶν εὐσεβούντων ζωῆς, ὅτι καλὸν καὶ συμφέρον συν εστάναι μᾶλλον, ἢ παρεῖσθαι τῷ σώματι· καὶ ἐνερ γὸν τοῦτο παρέχειν ταῖς ἀγαθαῖς πράξεσιν, ἢ ἀργὸν ἑκουσίως ἀποτελεῖν.

Intertext edge

Open linked passage

Note