Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Basilius Caesariensis PG 29-32
Constitutiones asceticae
Asce 5.1
Choose a text More by Basilius Caesariensis
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
5.1
Ὅτι προσήκει τὸν ἀσκητὴν ἔργα ἐπιτηδεύειν τὰ πρέποντα. Ἐργάζεσθαι μέντοι τὸν ἀσκητὴν προσήκει ἔργα τὰ πρέποντα, ὅσα καπηλείας ἁπάσης, καὶ μακρο τέρων περισπασμῶν, καὶ αἰσχροκερδείας ἀπήλλα κται· ὅσα ὑπωροφίων μενόντων ἡμῶν, ὡς τὰ πολλὰ, ἐπιτελεῖσθαι δύναται, ἵνα καὶ τὸ ἔργον πλη ρῶται, καὶ ἡσυχία φυλάττηται. Εἰ δέ τι δέοι διὰ τὴν ἀναγκαίαν χρείαν καὶ ὕπαιθρον ἔργον ἐπιτελεῖν, οὐδὲ τοῦτο τὴν φιλοσοφίαν κωλύσει. Ὁ γὰρ ἀκρι βὴς φιλόσοφος, φροντιστήριον ἔχων τὸ σῶμα, καὶ καταγωγὴν τῆς ψυχῆς ἀσφαλῆ, κἂν ἐπ' ἀγορᾶς ὢν τύχῃ, κἂν ἐν πανηγύρει, κἂν ἐν ὄρει, κἂν ἐν ἀγρῷ, κἂν μεταξὺ πλήθους πολλοῦ, ἐν τῷ φυσικῷ μοναστηρίῳ καθίδρυται, ἔνδον συνάγων τὸν νοῦν, καὶ φιλοσοφῶν τὰ αὐτῷ πρέποντα. Δυνατὸν γὰρ καὶ οἴκοι καθήμενον, ἔξω περιπλανᾶσθαι τοῖς λογι σμοῖς· καὶ ἐπὶ τῆς ἀγορᾶς ὄντα, νήφοντα δὲ, ὡς ἐπ' ἐρημίας εἶναι, πρὸς ἑαυτόν τε καὶ πρὸς Θεὸν μόνον ἐπιστρεφόμενον, καὶ οὐ δεχόμενον ταῖς αἰ σθήσεσι τοὺς ἐκ τῶν αἰσθητῶν τῇ ψυχῇ θορύβους προσπίπτοντας.

Intertext edge

Open linked passage

Note