Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ὅτι οὐ χρὴ πᾶσιν ἀνθρώποις ἀφυλάκτως συνδια τρίβειν τὸν ἀσκητήν. Θαῤῥεῖν δὲ μηδὲ πᾶσιν ἀνθρώποις ἑαυτὸν, μη δὲ ἀπογυμνοῦν, μηδὲ ἀνακαλύπτειν ἀφυλάκτως προσήκει. Πολλοὺς γὰρ ἐφέδρους ὁ κατὰ Θεὸν πο λιτευόμενος ἔχει· καὶ αὐτοὺς πολλάκις τοὺς οἰκειο τάτους, τῆς ἑαυτοῦ ζωῆς κατασκόπους. Προσήκει τοίνυν μὴ ἀβασανίστους ποιεῖσθαι τὰς πρὸς τοὺς ἔξωθεν συντυχίας. Εἰ γὰρ ὁ Σωτὴρ, ὥς φησι τὸΕὐαγγέλιον, οὐκ ἐπίστευε τοῖς πᾶσιν ἑαυτὸν (Αὐ τὸς γὰρ, φησὶν, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς)· εἰ ἐκεῖνος, ὁ καθαρὸς, ὁ ἄμω μος, ὁ ἀνεπίληπτος, ὁ δίκαιος, ὁ τὸ πᾶν ἀρετὴ, πῶς ἡμεῖς οἱ ἁμαρτωλοὶ, οἱ εὐόλισθοι, οἱ μὴ κατὰ σκοπὸν ἀεὶ εὐοδούμενοι, τοῦτο μὲν διὰ τὴν φυ σικὴν ἀσθένειαν, τοῦτο δὲ διὰ τὸν πονηρῶς καὶ ἀνεν δότως ἡμῖν προσπαλαίοντα, ἑαυτοὺς ἐκδιδόντες πε ριέργοις ἀνθρώποις, οὐχὶ πονηρὰς ἐπισπασόμεθα διαβολὰς, καὶ ἑαυτοῖς τὰ σκάνδαλα καταπήξομεν; Πολλάκις γὰρ οἱ πονηροὶ καὶ τὰ καλῶς πραττόμενα διαβάλλειν ἐπιχειροῦσι, καὶ μὴ ἀλοιδόρητα καταλιμ πάνειν καὶ τὰ μικρότατα τῶν πταισμάτων ἀν έχονται. Χρὴ τοίνυν πεφυλαγμένας ποιεῖσθαι τὰς πρὸς τοὺς ἔξωθεν ὁμιλίας. Συμβαίνει γὰρ αὐτοῖς τι καὶ ἕτερον πάθος ὑπὸ λογισμῶν ἀπειρίας ἐπὶ τῶν ἀνα χωρησάντων τοῦ βίου. Ὑπολαμβάνουσι γὰρ, οὐ τὴν γνώμην μετατεθεῖσθαι τῶν μετατιθεμένων τὴν πολιτείαν, ἀλλὰ τὴν φύσιν αὐτοῖς τὴν ἀνθρωπίνην μετεσκευάσθαι· καὶ οὐ κρίνουσι τοὺς ἀσκητὰς ὡς ἐν πάθεσι μὲν τοῖς αὐτοῖς στρεφομένους, δυνάμει δὲ ψυχῆς καὶ ἀλλοτριώσει τῇ πρὸς τὰς ἡδονὰς ἐπικρα τοῦντας αὐτῶν· ἀλλ' οἴονται, ὅτι πάντη ἐκποδὼν τὰ πάθη τῆς τοῦ σώματος αὐτῶν φύσεως γέγονεν. Ὅθεν δὴ, καὶ εἴ τι μικρὸν ὁ πνευματικὸς δια μάρτοι τοῦ καλοῦ, εὐθέως ἅπαντες, καὶ οἱ τὸ πρὶν θερμότατοι ἐπαινέται καὶ θαυμασταὶ, πικροὶ κατήγοροι γίνονται, καὶ διελέγχουσιν ἑαυτοὺς, οὐ δὲ πρότερον ἀληθεῖς τοὺς ἐπαίνους ποιούμενοι. Καθάπερ γὰρ ἀθλητοῦ τινος ὀλισθήσαντος, εὐ θὺς ὁ ἀντίπαλος κατεξανίσταται παίων καὶ προσκα ταβάλλων αὐτόν· οὕτω καὶ ἐκεῖνοι, ἐπὰν ἴδωσι τὸν ἐν ἀσκήσει ἀρετῆς διαζῶντα μικρόν τι τοῦ καλοῦ διαμαρτήσαντα, ἐπιτίθενται ταῖς λοιδορίαις καὶ ταῖς διαβολαῖς, ὥσπερ τοξεύμασι βάλλοντες· οὐ λογιζόμενοι καθ' ἑαυτοὺς, ὅτι αὐτοὶ μὲν ἐφ' ἑκάστης ἡμέρας μυρίοις τιτρώσκονται τοῖς βέλεσι τῶν παθῶν. Οἱ δέ γε τῆς εὐσεβείας ἀγωνισταὶ, καίπερ ὑπὸ τῶν ὁμοίων πολιορκούμενοι παθῶν, ἢ μικρά τινα, ἢ οὐδὲν πολλάκις ὑπὸ τούτων ἐπηρεά ζονται· καὶ ταῦτα, καὶ τὸν ἀνταγωνιστὴν σφοδρό τερον ἤπερ ἐκεῖνοι δεχόμενοι. Ἐπείπερ οὗτοι μὲν τὸν πρὸς ἐκεῖνον ἀγῶνα διωμολόγησαν, καὶ μέγα τῷ πονηρῷ τὸ κατὰ τούτων ἄρασθαι νῖκος, πάλιν δ' αὖ τὸ ἡττηθῆναι καιρίαν τὴν πληγὴν ἤνεγκεν, ὡς ὁλοσχερῶς καὶ πᾶσιν ἀρετῆς μέρεσιν ἡττηθέντι· ὁ δὲ πρὸς τοὺς τῷ βίῳ προσνείμαντας ἑαυτοὺς καταπεφρόνηται πόλεμος· τὸ μὲν, ὅτι οἱ πλεῖστοι αὐ τῶν αὐτομάτως ἐπὶ τὴν ἧτταν τρέχουσι, ταῖς ποι κίλαις ἡδοναῖς καὶ ἐπιθυμίαις πρὸς τὴν ἁμαρτίαν δελεαζόμενοι, καὶ ἄπονον αὐτῷ τὴν καθ' ἑαυτῶν νίκην παρέχοντες· τὸ δὲ, ὅτι καὶ οἱ δοκοῦντες μι κρὸν πρὸς τὴν ἁμαρτίαν ἀνταίρειν, τοῖς ποικί λοις περισπασμοῖς εὐκόλως τῆς ἀγωνίας ἀφέλκον ται, καὶ τὰ νῶτα στρέψαντες, καὶ ἀνενδότως βαλλόμενοι, πολλὰ καὶ αἰσχρὰ τῆς ἥττης τὰ στί γματα φέρουσιν. Εἰ δέ πού τινες, καὶ τὴν φορὰν τῶν βιωτικῶν περισπασμῶν βιασάμενοι, ἀντιβλέψαι πρὸς τὸν τοῦ πονηροῦ δεδύνηνται πόλεμον, ἀλλ' οὖν γε οὐ τοιού τους ἀγῶνας διήνεγκαν, ἀλλὰ πολλῷ καὶ ἀπείρῳ τῷ μέτρῳ τῶν ἀσκητικῶν λειπομένους. Ὁ μὲν γὰρ τῶν δικαίων κρατεῖν ἐσπούδακε καὶ φιλονείκως διαγωνίζεται ἐν ταῖς περὶ τὰ παρόντα ἀμφισβητήσεσιν· ὁ δὲ καὶ τῶν δικαίων τοῖς ἀμφισ βητοῦσι παραχωρεῖ, πληρῶν τὸ, Ἀπὸ τοῦ αἴρον τος τὰ σὰ, μὴ ἀπαίτει. Ὁ μὲν, τυπτηθεὶς, ἀντ ετύπτησε, καὶ ἀδικηθεὶς, ἀντηδίκησε, καὶ ταύ τῃ τὸ ἴσον ἔχειν ὑπολαμβάνει· ὁ δὲ καρτερεῖ μέχρι τοσούτου, ἄχρι κόρον τῷ ἀδικοῦντι ἢ καὶ τῷ παίοντι ἐμποιήσει. Καὶ ὁ μὲν πασῶν τῶν τοῦ σώμα τος ἡδονῶν κρατεῖν διεσπούδακεν, ὁ δὲ ἐν κόρῳ διατρίβει τῶν ἡδονῶν. Πῶς· οὖν ἂν καὶ ἀγωνι στὴς ὁ βιωτικὸς νομισθείη πρὸς τὸν ἀσκητὴν κρινό μενος; Σκόπησον δὲ καὶ ἕτερον, ὅπερ πάσχειν σύν ηθες τοῖς τῷ παρόντι βίῳ προσέχουσιν, ἡνίκα ἂν τὰ περὶ τοὺς ἀσκητὰς ἐξετάζωσιν. Ἐπειδὰν γὰρ ὁ ἀσκητὴς ἐκ μακρᾶς τῆς ἐνδείας ὑπερείδειν τὸ σῶμα τροφῇ καλῶς ἔχειν ἡγήσαιτο, καθάπερ ἀσώμα τόν τε καὶ ἄϋλον, ἢ οὐ μετέχειν τροφῆς, ἢ τῆς ἐλα χίστης θέλουσι. Κἂν ἴδωσι τὸν ἀσκητὴν μὴ πάντη τοῦ σώμα τος ἀφειδῶς ἔχοντα, ἀλλὰ μέρει γοῦν τινι τὴν ὑπάρ χουσαν ἔνδειαν θεραπεύοντα, λοιδοροῦσι καὶ δια βάλλουσι, καὶ πολυσίτους τινὰς καὶ λαιμάργους ἀποκαλοῦσι, τὴν κατὰ τοῦ ἑνὸς ὕβριν καὶ παροινίαν ἐπὶ τοὺς πάντας ἐκτείνοντες· οὐ λογιζόμενοι, ὅτι αὐτοὶ μὲν δὶς, ἔνιοι δὲ αὐτῶν καὶ τρὶς τῆς ἡμέρας σιτούμενοι σιτίων τὰ παχύτατα καὶ πιότατα, ἀπεί ρου τε ὄγκου κρεῶν ἐμφορούμενοι, καὶ οἴνου πλῆ θος ἄμετρον ἐγχεόμενοι, οὕτως ἐπὶ τὰς τραπέζας κεχήνασιν, ὥσπερ σκύλακες μετὰ μακρὰν ἔνδειαν τῶν δεσμῶν ἀφεθέντες. Οἱ δέ γε κατὰ ἀλήθειαν ἀσκηταὶ τροφῇ τε ξηροτάτῃ κέχρηνται, καὶ ὀλίγον ἐχούσῃ σὺν ἀσθενείᾳ τὸ τρόφιμον, καὶ παρὰπᾶσαν τὴν ἡμέραν ἅπαξ· οἵ γε τάξει διαζῇν ἐγνω κότες, καὶ τοῦτο μετρίως καὶ ἐπιστημόνως σι τούμενοι, εἰκότως παρὰ τὸν καιρὸν τῆς σιτήσεως τὴν χρείαν μετ' εὐπαῤῥησιάστου τοῦ συνειδότος χορηγοῦσι τῷ σώματι. Διά τοι τοῦτο προσήκει μὴ τὴν ἐλευθερίαν ἡμῶν κρίνεσθαι ὑπὸ ἄλλης συνειδή σεως. Εἰ γὰρ ἡμεῖς χάριτι μετέχομεν, τί βλασφη μούμεθα ὑπὲρ ὧν ἡμεῖς εὐχαριστοῦμεν; τὴν ἔνδειαν καὶ τὴν τῆς τροφῆς εὐτέλειαν μετὰ τοσαύτης εὐ φροσύνης αἱρούμενοι, μεθ' ὅσης οὐδὲ ἐκεῖνοι τὴν ὑπέρλαμπρον καὶ παντοδαπῆ τῆς πολυόψου τρα πέζης παρασκευήν. Εἰ δέ τις τῶν εἰρημένων ἀν θρώπων ἐπὶ συνέσει καὶ εὐλαβείᾳ γνώριμος εἴη, καὶ δι' αἰδοῦς ἄγοι τὸν ἡμέτερον βίον, τούτῳ κοι νωνεῖν τραπέζης, εἰ τούτου δεήσειεν ἐπεσκεμμένως, οὐκ ἄλογον.