Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Ὅτι οὐ χρὴ συχνὰς καὶ ἀβασανίστους ποιεῖσθαι τὰς προόδους. Χρὴ δὲ μηδὲ προφάσει τῆς τῶν ἀδελφῶν ἐπι σκέψεώς τε καὶ συντυχίας πολλὰς καὶ συχνὰς ποιεῖ σθαι τὰς ἐκδημίας (ἔστι γὰρ καὶ τοῦτο διαβολική τις ἐπίνοια, πειρωμένου τοῦ ἐχθροῦ διὰ τῆς τοιαύ της μεθόδου τὸ εὐσταθὲς ἡμῶν καὶ τὸ τεταγμένον τῆς ζωῆς παραλύειν, καὶ εἰς φιληδονίας καὶ λογισμῶν ἀκαταστασίας διαφόρους ἐμβάλλειν)· καθ' ἡσυχίαν δὲ ἑαυτοῖς ὁμιλοῦντας, διασκέπτεσθαί τε καὶ ἐπαν ορθοῦν τὰ τῆς ψυχῆς ἁμαρτήματα. Ὁ γὰρ ἄρτι τὸν κόσμον τῇ διαθέσει καταλιπὼν, ἀπὸ μὲν τῆς πρὸς τὰ καλὰ νεύσεως τὸ ἐπαινετὸν ἔχει· οὔπω δὲ τὸ τέλειον τῶν ἀρετῶν κέκτηται· πολλάκις δὲ οὐδὲ διανενόηται τὸν τρόπον τῆς αὐτῶν κατορθώσεως, ἀλλὰ δεῖται, καθ' ἡσυχίαν ἑαυτὸν ἐπισκεψάμενος, κατιδεῖν τε τὰς ἀτάκτους τῆς ψυχῆς ὁρμὰς καὶ κινή σεις, καὶ ταύταις γενναίως ἀνταγωνίσασθαι, καὶ τοῖς κρείττοσι λογισμοῖς τὰς ἀταξίας ἐπανορθώσασθαι· τάξις γὰρ ψυχῆς ἀρετῆς σύνθεμα. Ὁ τοίνυν δια παντὸς ἐν ἀποδημίαις καὶ μεταβάσεσιν ὢν, καὶ ἀεὶ τὸ τῆς ψυχῆς σύννουν καὶ πεπυκνωμένον ῥιπίζων καὶ διαχέων, καὶ πρὸς τὰς ἡδονὰς τοῦ σώματος βλέ πειν κατὰ μικρὸν ἐθιζόμενος, πῶς δυνήσεται κατ ιδεῖν ἑαυτὸν, ἢ γνῶναι τὰ μὴ καλῶς ἔχοντα, ἢ πρὸς τὸ δέον αὐτὰ μεθαρμόσασθαι, τὴν ψυχὴν ἔτι διερεθίζων πρὸς ἐμπαθεῖς διαθέσεις· Χρὴ τοίνυν ἡσυχῆ μένειν τὰ πολλὰ, καὶ καρτε ρεῖν ἕκαστον τὴν ἰδίαν καταγωγὴν, ἵνα ἔχῃ τοῦτο τῆς εὐσταθείας τῶν τρόπων μαρτύριον· μὴ πάντη μὲν καθεῖρχθαι, ἀλλὰ τάς τε ἀναγκαίας προόδους εὐπαῤῥησιάστους ποιεῖσθαι, ἐν αἷς οὐδὲν τὸ συνειδὸς ἐπισκήπτει, καὶ τοὺς βελτίστους τε καὶ ὠφελιμω τάτους διὰ πολιτείας ἀκρίβειαν τῶν ἀδελφῶν ἐπισκέπτεσθαι, παραδείγματα ἀρετῶν ἐκ τῆς ὠφελίμου συντυχίας λαμβάνοντα, ἐμμέτρους, ὡς ἔφημεν, καὶ ἀνεπιλήπτους τὰς προόδους ποιούμενον. Πολλάκις γὰρ καὶ ἀκηδίαν ἐγγενομένην τῇ ψυχῇ ἡ πρόοδος δια λύσασα, πάλιν οἷον ἐπιῤῥῶσαι καὶ ἀναπνεῦσαι μι κρὸν παρασχοῦσα, προθύμως προσιέναι τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγωνίσμασι δίδωσιν. Εἰ δέ τις ἐπὶ τῷ μὴ προϊέναι τοῦ δωματίου μέγα φρονοίη, ἴστω δια κένῳ φυσιούμενος πράγματι. Οὐδὲ γὰρ τὸ μὴ προ ϊέναι καθ' ἑαυτὸ καλὸν, ἢ τὸ κατὰ καιρὸν προϊέναι καλὸν ἢ φαῦλον οἶδεν ἐργάζεσθαι· ἀλλ' ἡ περὶ τὸ καλὸν βεβαία καὶ ἀκίνητος κρίσις, ἢ τοὐναντίον, τὸ εὐμετάθετον σπουδαῖον ἢ φαῦλον ἀποτελεῖ. Εἰ δέ τις, τὸ καλὸν τῇ ψυχῇ βεβαίως ἐνιδρυσάμενος, καὶ τῇ χρονίᾳ ἀσκήσει τῆς τῶν παθῶν κυβερνήσεως τὴν ἐμπειρίαν λαβὼν, καὶ δαμάσας μὲν τὰς σωμα τικὰς ἀκρασίας, χαλινώσας δὲ τὰς ψυχικὰς ἀταξίας, θαῤῥῶν δὲ τῷ τοῦ λογισμοῦ χαλινῷ, συχνο τέρας θέλοι ποιεῖσθαι τὰς προόδους εἰς οἰκοδο μὴν καὶ ἐπίσκεψιν ἀδελφῶν, τὸν τοιοῦτον καὶ παρορ μήσει μᾶλλον ὁ λόγος ἐπὶ τὴν πρόοδον, ἵνα, τὸν λύχνον ἐπὶ τὴν λυχνίαν τιθεὶς, πᾶσι τὸ φῶς τῆς τῶν καλῶν καθηγήσεως χορηγήσῃ· μόνον εἴγε θαῤ ῥοίη, ὡς καὶ λόγῳ καὶ ἔργῳ διδασκαλεῖον ἀρετῶν ἑαυτὸν δυνήσεται τοῖς συντυγχάνουσι παρέχειν· καὶ οὕτως ἐξασφαλίσαιτο ἑαυτὸν, καθὼς ὁ Ἀπόστολος εἴρηκε· Μή πως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκι μος γένωμαι.