Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ὅτι οὐ χρὴ τοῖς ἀστατοῦσι τῶν ἀσκητῶν μετα διδόναι θάρσους καὶ παῤῥησίας, ἀλλὰ καὶ τούτους φυλάττεσθαι. Φυλάττεσθαι μέντοι προσήκει καὶ τοὺς ἀστα τοῦντας, καὶ ἄλλοτε πρὸς ἄλλους τῶν ἀδελφῶν μεταβαίνοντας, καὶ ἀπαύστοις καὶ ἀνενδότοις ὁρμαῖς διαπαντὸς περινοστοῦντας τὰ μοναστήρια, καὶ προ φάσει δῆθεν πνευματικῆς ἀγάπης τὰ τῆς σαρκὸς ἐκπληροῦντας θελήματα· οὐδὲν βέβαιον, οὐδὲ ἱδρυ μένον, οὐδὲ εὔτακτον, οὐδὲ συνέσει κεκοσμημένον ἐν ταῖς ψυχαῖς ἔχοντας, ἀλλὰ πᾶν ὅ τι περίεργον καὶ κακόηθες, ῥεμβασμοῦ καὶ ἀλογιστίας πεπληρω μένον, δόλου καὶ ὑποκρίσεως, ψευδολογίας καὶ ἀπα τηλῆς κολακείας. Οὗτοι γλῶσσαν μὲν ἀπαίδευτοι, γαστέρα δὲ ἀκρατεῖς, ψυχὴν δὲ διαπαντὸς ἐπτερωμένοι καὶ ῥιπιζόμενοι, λογισμοὺς κατὰ τὴν πτῆσιν τῶν νυκτερίδων ἔχοντες, οὐδαμοῦ πρὸς τὸ εὐθὺ βλέποντας, ἀλλὰ σκολιὰ καὶ εὐμετάτρεπτα πετομέ νους· ἄλλο παρὰ τὰς πρώτας ὁρμὰς ὑποφαίνοντας, καὶ πρὸς ἕτερον τῷ εὐμεταβόλῳ τῆς γνώμης παρὰ δόξαν πᾶσαν φερομένους, πολλὰ ἕρποντας, καὶ οὐδὲν προβαίνοντας. Ἐοίκασι δὲ καὶ τῶν ὑποζυγίων τοῖς περὶ τὰς μύλας ἐλαυνομένοις, ἃ πολλὰ βαδίζοντα ἐπὶ τὸν αὐτὸν ἀεὶ τόπον εὑρίσκεται· καὶ τὸ μὲν σῶμα κόπτεται, τὸ δὲ βραχὺ χωρίον οὐδαμῶς ὑπερβαίνει· οὕτω κἀ κεῖνοι, διαπαντὸς περὶ τὰ πάθη τοῦ σώματος ἰλυ σπώμενοι, οὐδὲν ἐπὶ τὸ πνευματικὸν ὕψος προκό πτουσι· τρέχουσι δὲ κύκλον ἀπέραντον ταῖς τοῦ σώ ματος ἐπιθυμίαις καὶ ἡδοναῖς ἀεὶ συνδονούμενοι, καὶ ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ πάλιν φερόμενοι, καὶ τῆς πονηρᾶς δουλείας οὐκ ἀφιέμενοι διὰ τὴν τῆς προαιρέσεως μοχθηρίαν. Οὗτοι, τὸ σχῆμα τοῦ προ βάτου τῶν ὁρώντων δέλεαρ προβαλλόμενοι, ἔνδον τὴν λίχνον καὶ κακοήθη καὶ ὕπουλον ἀλώπεκα κρύ πτουσι, πολλοὺς δὲ καὶ παρατρέπειν ἐπὶ τὴν ἴσην κακίαν σπουδάζουσιν· ὅσοι κυβερνήσεως λογισμοῦ ἀμοιροῦντες, καὶ τῷ καλῶς καὶ κακῶς ἄγοντι ῥᾳδίως προστίθενται, τοῦτο καλὸν νομίσαντες, ὅπερ ἄν τις ἢ ὀρθῶς, ἢ πιθανῶς ὑφηγήσεται. Καὶ τούτους τοίνυν πρὸς τὸ οἰκεῖον καθέλκειν σπουδάζουσι βάραθρον, τὴν διαστροφὴν αὐτῶν οἰκείαν ἀπολογίαν εἶναι νομί ζοντες, καὶ τὴν ἑταιρίαν τῆς πονηρίας τῶν ἐγκλη μάτων ἐλάττωσιν. Τούτους οὖν ἐκ παντὸς τρόπου προσήκει φυλάττεσθαι, ὡς ἂν μήτ' ἄλλους βλάψαι ἐν τῇ τοῦ ψυχικοῦ λοιμοῦ μεταδόσει, καὶ αὐτοὶ πάν τοθεν εἰργόμενοι, ὀψὲ γοῦν πρὸς τὸ καλὸν ἐπιστρέ ψωσι, παιδαγωγὸν τὴν αἰσχύνην λαμβάνοντες, καὶ τὴν τῶν σπουδαίων ἀποστροφὴν νουθεσίαν εἰς τὴν τῆς κακίας ἀπαλλαγήν. Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐδίδαξε, λέγων περὶ τῶν μηδὲν ἐργαζομένων ἀλλὰ περιεργαζομένων· Τοῦτον, φησὶ, σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ.