Constitutiones asceticae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Ὅτι κλήρου ἢ προστασίας ἀδελφῶν οὐδαμῶς ἐφίεσθαι προσήκει τὸν ἀσκητήν. Κλήρου μέντοι, ἢ προστασίας ἀδελφῶν ἐφίεσθαι τὸν ἀσκητὴν οὐδαμῶς προσήκει. Διαβολικὸν γὰρ τὸ νόσημα, καὶ φιλαρχίας τὸ ἔγκλημα· ὅπερ τῆς ἀνω τάτω τοῦ διαβόλου πονηρίας τὸ γνώρισμα. Κἀκεῖ νος γὰρ ὑπὸ τούτου τοῦ πάθους εἰς τὸ τῆς ὑπερηφανίας κατενήνεκται πτῶμα· καὶ ὁ τούτῳ τῷ πάθει κρατούμενος τὰ ἴσα ἐκείνῳ νοσεῖ. Ἔπειτα δὲ καὶ βασκάνους, καὶ φιλονείκους, καὶ κατηγόρους, καὶ ἀναισχύντους, καὶ διαβόλους, καὶ κόλακας, καὶ κατα σκευαστὰς, καὶ παρὰ τὸ προσῆκον ταπεινοὺς, καὶ δουλοπρεπεῖς, καὶ ἀλαζόνας, καὶ μυρίας ταραχῆς γέμοντας, τοῦτο τὸ πάθος τοὺς ἑαλωκότας ἐργά ζεται. Ὁ γὰρ τοιοῦτος βασκαίνει τοῖς ἀξίοις, καὶ διαβάλλει τούτους· εὔξεται δὲ πολλάκις αὐτῶν καὶ τὸν θάνατον, ὡς ἀπορίᾳ τῶν πρὸς τὸ ἔργον ἐπιτη δείων ἐπ' αὐτὸν τὰς ψήφους ἐλθεῖν. Κολακεύσει τε τοὺς δοῦναι κυρίους τὸν κλῆρον, καὶ διὰ τοῦτο δου λοπρεπὴς ἔσται· θρασύνεται δὲ κατὰ τῶν ἐλαττό νων, εἰ ἀντιπίπτοιεν. Δόλους οὖν συῤῥάψει· ταραχὰς καὶ ὑπονοίας μυρίας ἕξει· καὶ τὴν γαλήνην τῆς ψυχῆς καταλύσει· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἀπελα θήσεται, οὐκ ἔχων ὅπου προσαναπαύσεται. Γνόντες οὖν τὴν ζημίαν, φύγωμεν τῆς ἐπιθυμίας τὸ ἄτοπον. Εἰ δέ που Θεός τινα πρὸς τὰ τοιαῦτα ψηφίσαιτο, οἶδεν ὁ εὐμήχανος ὅπως καὶ παρέξει τὸν ἄξιον· ἡμῶν μηδαμοῦ συνειδότων ἑαυτοῖς ἐσπουδακόσι περὶ τὸ τοιοῦτον, ἢ ὅλως τὴν ἐπιθυμίαν ἐν τῇ ψυχῇ πε ριέχειν. Νόσημα γὰρ καὶ τοῦτο ψυχῆς χαλεπώτατον, καὶ ἔκπτωσις τῶν καλῶν.