Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
100.p335
100.p335
Οὕτως εἶδον τὰ γράμματα τῆς ἀγάπης σου ἐν τῇ γείτονι χώρᾳ τῆς Ἀρμενίας,
100.p335
1
100.p335
ὡς ἂν ἴδοιεν οἱ θαλαττεύοντες πυρσὸν ἐν πελάγει πόρρωθεν φρυκτωρούμενον, ἄλλως τε κἂν ἀγριαίνουσά πως τύχοι
100.p335
2
100.p335
ἡ θάλασσα ὑπʼ ἀνέμων. καὶ γὰρ φύσει μὲν ἡδὺ καὶ παρηγορίαν ἔχον πολλὴν τὸ τῆς σῆς σεμνότητος γράμμα, τότε δὲ μάλιστα τὴν ἀπʼ αὐτοῦ
100.p335
3
100.p335
χάριν ὁ καιρὸς συνηύξησεν,
100.p335
4
100.p335
ὃν ὁποῖος
100.p335
ἦν, καὶ ὅπως ἡμᾶς λυπήσας, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, κρίνας ἅπαξ ἐπιλαθέσθαι
100.p335
5
100.p335
τῶν λυπηρῶν· ὁ μέντοι συνδιάκονος ἡμῶν διηγήσεταί σου τῇ θεοσεβείᾳ.
100.p336
100.p336
Ἐμὲ δὲ ἐπέλιπε παντελῶς τὸ σῶμα, ὥστε μηδὲ τὰς σμικροτάτας κινήσεις δύνασθαι ἀλύπως φέρειν. πλὴν ἀλλʼ εὔχομαι δυνηθῆναί μοι τὴν παλαιὰν ἐπιθυμίαν νῦν γοῦν διὰ τῆς βοηθείας τῶν σῶν προσευχῶν ἐκπληρωθῆναι· εἰ καὶ ὅτι πολλήν μοι πεποίηκε τὴν δυσκολίαν ἡ ἀποδημία αὕτη, τοσούτῳ χρόνῳ ἀμεληθέντων τῶν κατὰ τὴν ἡμετέραν ἐκκλησίαν πραγμάτων. ἐὰν δὲ ὁ Θεός, ἕως ἐσμὲν ὑπὲρ γῆς, καταξιώσῃ ἡμᾶς ἰδεῖν ἐπὶ τῆς ἐκκλησίας ἡμῶν τὴν σὴν θεοσέβειαν, ὄντως ἀγαθὰς ἐλπίδας καὶ ἐπὶ τοῖς μέλλουσιν ἕξομεν, ὡς οὐ πάντη ἐσμὲν
100.p336
1
100.p336
ἀπόβλητοι τῶν δωρεῶν τοῦ Θεοῦ. τοῦτο γοῦν, ἐὰν ᾖ δυνατόν, παρακαλοῦμεν ἐπὶ τῆς συνόδου γενέσθαι, ἣν δι’ ἔτους ἄγομεν ἐπὶ τῇ μνήμῃ τοῦ μακαρίου
100.p336
2
100.p336
μάρτυρος Εὐψυχίου προσεγγιζούσῃ λοιπὸν κατὰ τὴν ἑβδόμην ἡμέραν τοῦ Σεπτεμβρίου μηνός. καὶ γὰρ καὶ φροντίδος ἄξια ἡμῖν περίκειται
100.p336
3
100.p336
πράγματα τῆς παρὰ σοῦ δεόμενα συνεργίας, εἴς τε κατάστασιν ἐπισκόπων καὶ εἰς βουλὴν καὶ σκέψιν τῶν μελετωμένων καθʼ ἡμῶν παρὰ τῆς χρηστότητος Γρηγορίου τοῦ
100.p336
Νυσσαέως ὃς συνόδους συγκροτεῖ κατὰ τὴν Ἀγκύραν καὶ οὐδένα τρόπον ἐπιβουλεύων ἡμῖν ἀφίησιν.

Intertext edge

Open linked passage

Note