Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
105.p346
105.p346
Ἐγὼ καὶ Σαμοσάτοις ἐπιστὰς προσεδόκησα συντεύξαθαι τῇ κοσμιότητι ὑμῶν· καὶ ἐπειδὴ διήμαρτον τῆς συντυχίας, οὐ μετρίως ἤνεγκα τὴν ζημίαν, λογιζόμενος πότε εἴη ἢ ἐμοὶ δυνατὸν πάλιν πλησιάσαι τοῖς καθʼ ὑμᾶς χωρίοις ἢ
105.p346
1
105.p346
ὑμῖν
105.p346
2
105.p346
αἱρετὸν τὴν ἡμετέραν καταλαβεῖν. ἀλλʼ ἐκεῖνα μὲν κείσθω ἐν τῷ θελήματι τοῦ Κυρίου.
105.p347
105.p347
Τὸ δὲ νῦν ἔχον, ἐπειδὴ εὗρον τὸν υἱὸν Σωφρόνιον πρὸς ὑμᾶς ἐξορμῶντα, ἡδέως αὐτῷ τὴν ἐπιστολὴν ἐπέθηκα
105.p347
1
105.p347
ταύτην, προσηγορίαν ὑμῖν κωμίζουσαν καὶ τὴν ἡμετέραν γνώμην δηλοῦσαν, ὅτι οὐ διαλιμπάνομεν τῇ τοῦ Θεοῦ χάριτι μεμνημένοι ὑμῶν, καὶ εὐχαριστοῦντες ὑπὲρ ὑμῶν τῷ Κυρίῳ ὅτι ἀγαθῆς ῥίζης ἀγαθὰ βλαστήματά ἐστε, ἔγκαρπα τοῖς ἀγαθοῖς ἔργοις, καὶ τῷ ὄντι ὡς κρίνα ἐν μέσῳ ἀκανθῶν. τὸ γὰρ ὑπὸ τοσαύτης διαστροφῆς τῶν παραφθειρόντων τὸν λόγον τῆς ἀληθείας περικυκλουμένας μὴ ἐνδοῦναι πρὸς τὰς ἀπάτας, μηδὲ τὸ ἀποστολικὸν τῆς πίστεως κήρυγμα καταλιπούσας πρὸς τὴν νῦν ἐπιπολάζουσαν καινοτομίαν
105.p347
2
105.p347
μετατεθῆναι, πῶς οὐχὶ μεγάλης μὲν πρὸς τὸν Θεὸν εὐχαριστίας ἄξιον, μεγάλους δὲ ὑμῖν ἐπαίνους δικαιότατα προξενεῖ;
105.p347
εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκατε· μὴ προδῶτε ταύτην τὴν παρακαταθήκην· πατέρα τὴν πάντων ἀρχήν· Υἱὸν μονογενῆ, ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεόν, τέλειον ἐκ τελείου, εἰκόνα ζῶσαν, ὅλον δεικνύντα ἐν ἑαυτῷ τὸν Πατέρα· Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον,
105.p347
3
105.p347
τὴν πηγὴν τῆς ἁγιότητος, δύναμιν ζωῆς παρεκτικήν, χάριν τελειοποιόν, δι’ οὖ υἱοθετεῖται ἄνθρωπος, καὶ ἀπαθανατίζεται
105.p347
4
105.p347
τὸ θνητόν, συνημμένον Πατρὶ καὶ Υἱῷ κατὰ πάντα ἐν δόξῃ καὶ
105.p347
5
105.p347
ἀϊδιότητι, ἐν δυνάμει καὶ βασιλείᾳ, ἐν δεσποτείᾳ καὶ θεότητι, ὡς καὶ ἡ τοῦ σωτηρίου βαπτίσματος παράδοσις μαρτυρεῖ.
105.p348
105.p348
Οἱ δὲ κτίσμα λέγοντες ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα, ἢ ὅλως αὐτὸ
105.p348
1
105.p348
εἰς τὴν λειτουργικὴν καὶ δουλικὴν κατάγοντες τάξιν, μακράν εἰσι τῆς ἀληθείας, ὧν φεύγειν προσήκει τὰς κοινωνίας καὶ ἐκτρέπεσθαι τοὺς λόγους ὡς δηλητήρια ὄντα
105.p348
2
105.p348
ψυχῶν· ἐὰν δέ ποτε δῷ
105.p348
3
105.p348
ἡμῖν ὁ Κύριος γενέσθαι κατὰ ταὐτόν, πλατύτερον ὑμῖν τοὺς περὶ τῆς πίστεως ἐκθησόμεθα λόγους, ὥστε μετʼ ἀποδείξεων γραφικῶν καὶ τὸ τῆς ἀληθείας ἰσχυρὸν καὶ τὸ σαθρὸν τῆς αἱρέσεως ὑμᾶς ἐπιγνῶναι.