Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
106.p349
106.p349
Ὑπὲρ πολλῶν ἔχοντες εὐχαριστεῖν τῷ Κυρίῳ, ὧν καὶ ἠξιώθημεν παρʼ αὐτοῦ ἐπὶ τῆς ἐπιδημίας
106.p349
ἡμῶν,
106.p349
1
106.p349
μέγιστον ἀγαθὸν ἐκρίναμεν τὴν γνῶσιν τῆς σῆς τιμιότητος, τὴν παρὰ τοῦ ἀγαθοῦ Δεσπότου παρασχεθεῖσαν ἡμῖν. ἔγνωμεν γὰρ ἄνδρα δεικνύντα, ὅτι καὶ ἐν τῷ στρατιωτικῷ βίῳ δυνατὸν τῆς πρὸς Θεὸν ἀγάπης τὸ τέλειον διασῶσαι, καὶ ὅτι οὐκ ἐν τῇ περιβολῇ τῆς ἐσθῆτος, ἀλλʼ ἐν τῇ διαθέσει τῆς ψυχῆς ὁ Χριστιανὸς ὀφείλει χαρακτηρίζεσθαι.
106.p350
106.p350
Καὶ τότε οὖν μετὰ πάσης ἐπιθυμίας συνετύχομέν σοι, καὶ νῦν, ὁσάκις ἂν εἰς μνήμην ἔλθωμεν, μεγίστης ἀπολαύομεν εὐφροσύνης. ἀνδρίζου τοίνυν, καὶ ἴσχυε, καὶ τὴν πρὸς Θεὸν ἀγάπην τρέφειν καὶ πολυπλασιάζειν ἀεὶ σπούδαζε, ἵνα σοι καὶ ἡ τῶν ἀγαθῶν παρʼ αὐτοῦ χορηγία ἐπὶ μεῖζον προΐῃ. ὅτι δὲ καὶ ἡμῶν μέμνησαι, οὐδεμιᾶς ἑτέρας ἀποδείξεως προσδεόμεθα, τὴν ἐκ τῶν πραγμάτων ἔχοντες μαρτυρίαν.