Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
107.p351
107.p351
Πάνυ ἠθύμησα τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου, ὅτι σε πάλιν αἱ αὐταὶ περιέχουσιν ἀνάγκαι. καὶ τί δεῖ ποιεῖν πρὸς ἀνθρώπους οὕτω παλίμβολου
107.p351
1
107.p351
ἐπιδεικνυμένους τὸ ἦθος, καὶ ἄλλοτε ἄλλα λέγοντας, καὶ ταῖς ἰδίαις ὁμολογίαις μὴ ἐμμένοντας; εἰ γὰρ μετὰ τὰς ἐπʼ
107.p351
2
107.p351
ἐμοῦ καὶ τοῦ
107.p351
ἀπὸ ὑπάρχων ὑποσχέσεις, νῦν, ὡς μηδενὸς εἰρημένου, οὕτω στενοχωρεῖ τὴν προθεσμίαν, ἔοικε παντελῶς ἀπηρυθριακέναι πρὸς ἡμᾶς ὁ ἀνήρ.
107.p352
107.p352
Πλὴν ἀλλʼ ἐπέστειλα αὐτῷ, ἐντρέπων αὐτὸν καὶ ὑπομιμνήσκων τῶν αὐτοῦ ὑποσχέσεων. ἐπέστειλα δὲ καὶ Ἑλλαδίῳ, τῷ οἰκείῳ τοῦ ὑπάρχου, ἵνα δι’ αὐτοῦ διδαχθῇ τὰ κατὰ σὲ ὁ ὕπαρχος.
107.p352
1
107.p352
αὐτὸς γὰρ μέχρι τοσούτου θαρρῆσαι δικαστῇ τοσούτῳ οὐκ ἐνόμισα ἐπίβαλλον
107.p352
2
107.p352
εἶναί μοι, διὰ τὸ μηδέ πω περὶ ἰδιωτικοῦ πράγματος αὐτῷ ἐπεσταλκέναι, καὶ ὑφορᾶσθαι κατάγνωσίν τινα, ὡς οἶδας, εὐκόλως τῶν μεγάλων ἀνδρῶν ἀγριαινόντων πρὸς τὰ τοιαῦτα· εἰ μέντοι τι ἔσται ὄφελος, ἔσται τοῦτο διὰ Ἑλλαδίου, ἀνθρώπου καὶ χρηστοῦ καὶ περὶ ἡμᾶς διακειμένου, καὶ Θεὸν φοβουμένου, καὶ παρρησίαν ἀμύθητον ἔχοντος πρὸς τὸν ἄρχοντα. δυνατὸς δὲ ὁ ἅγιος διαγαγεῖν
107.p352
3
107.p352
σε πάσης θλίψεως, μόνον ἐὰν ἀληθινῇ καὶ γνησίᾳ καρδίᾳ ἐπελπίσωμεν ἐπʼ αὐτόν.

Intertext edge

Open linked passage

Note