Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
109.p356
109.p356
Πάνυ παραιτούμενος δι’ ὄχλου εἶναι τῇ χρηστότητί σου διὰ τὸ μέγεθος τῆς περὶ ὑμᾶς ἀρχῆς, ἵνα μὴ δόξω ἀμέτρως ἐμφορεῖσθαι τῆς φιλίας ὑμῶν, ὅμως ὑπὸ τῶν ἀναγκῶν ἡσυχάζειν οὐκ ἐπιτρέπομαι. τὴν γοῦν ἀδελφὴν τήνδε, καὶ πρὸς γένος ἡμῖν οὖσαν καὶ διὰ χηρείαν καταπονουμένην καὶ παιδὸς ὀρφανοῦ πράγματος
109.p356
1
109.p356
φροντίζουσαν, ἐπεὶ εἶδον λοιπὸν ὑπὲρ δύναμιν ἀφορήτοις ἀνάγκαις συνεχομένην, κατελεήσας καὶ παθὼν τὴν ψυχὴν ἔσπευσα παρακαλέσαι σε, ἵνα, εἴ τις δύναμις, τῷ ἀποσταλέντι παρʼ αὐτῆς ἀνθρώπῳ καταξιώσῃς συμπρᾶξαι, πρὸς τὸ ὅπερ αὕτη παριοῦσα
109.p356
2
109.p356
ὑπέσχετο ὑφʼ ἡμῶν, ἤδη τοῦτο αὐτὴν ἀποδοῦσαν τῆς εἰς τὸ πλέον ἐπηρείας ἀπαλλαγῆναι. ὑπέσχετο γὰρ τὸ κεφάλαιον δοῦσα συγχωρεῖσθαι τοὺς τόκους.
109.p357
109.p357
Νῦν τοίνυν οἱ φροντίζοντες αὐτῆς τῶν κληρονόμων μετὰ τὸ κεφάλαιον καὶ τὴν τῶν τόκων εἴσπραξιν ἐπιχειροῦσι ποιήσασθαι. ὡς οὖν εἰδὼς ὅτι Κύριός ἐστιν ὁ τὰ τῶν χηρῶν καὶ ὀρφανῶν ἰδιοποιούμενος, οὕτω σπούδασον χρήσασθαι ἑαυτὸν τῇ σπουδῇ τῇ ὑπὲρ τοῦ πράγματος ἐπʼ ἐλπίδι τῆς παρʼ αὐτοῦ τοῦ Θεοῦ ἡμῶν μισθαποδοσίας. οἶμαι γὰρ καὶ τὴν ἡμερότητα τοῦ θαυμασιωτάτου ἐπάρχου
109.p357
1
109.p357
μαθοῦσαν ὅτι τὸ κεφάλαιον ἐκτέτισται,
109.p357
συμπαθήσειν τῷ ἐλεεινῷ λοιπὸν καὶ ἀθλίῳ οἴκῳ εἰς γόνυ κλιθέντι καὶ οὐκέτι ἀρκοῦντι ταῖς ἔξωθεν αὐτῷ ἐπαγομέναις ἐπηρείαις. παρακαλῶ οὖν, καὶ τῇ ἀνάγκῃ σύγγνωθι δι’ ἣν ὤχλησά
109.p357
2
109.p357
σοι, καὶ τῷ πράγματι σύμπραξον κατὰ τὴν δύναμιν, ἣν ἔδωκέ σοι ὁ Χριστὸς χρηστῷ καὶ ἀγαθῷ τὸν τρόπον ὄντι, καὶ εἰς ἀγαθὸν οἷς ἔλαβες κεχρημένῳ.