Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
112.p362
112.p362
Εἰ μὲν οὕτως εἶχον σώματος, ὥστε ῥᾳδίως ὑπομένειν ὁδοιπορίας δύνασθαι καὶ τὰ τοῦ χειμῶνος δυσχερῆ φέρειν, οὐκ ἂν ἐπέστελλον, ἀλλʼ αὐτὸς παρὰ
112.p362
1
112.p362
τὴν σὴν μεγαλοψυχίαν ἐβάδιζον δυοῖν
112.p362
2
112.p362
ἕνεκεν· τοῦ τε παλαιὸν
112.p362
3
112.p362
ὑποσχέσεως ἐκτίσαι χρέος (οἶδα γὰρ ὁμολογήσας παρέσεσθαι τῇ Σεβαστείᾳ καὶ ἀπολαῦσαί
112.p362
4
112.p362
σου τῆς τελειότητος· ὅπερ ἐποίησα μέν, διήμαρτον δὲ τῆς συντυχίας, μικρὸν κατόπιν τῆς σῆς καλοκἀγαθίας παραγενόμενος), ἑτέρου δέ, τοῦ τὴν πρεσβείαν δι’ ἐμαυτοῦ πληρῶσαι, ἣν ἀποστεῖλαι
112.p362
5
112.p362
τέως ἀπώκνουν, μικρότερον ἐμαυτὸν κρίνων ἢ ὥστε τοιαύτης τυγχάνειν χάριτος, καὶ ἅμα λογιζόμενος, ὅτι οὔτε ἄρχοντα
112.p362
6
112.p362
οὔτε ἰδιώτην ὑπὲρ οὐδενὸς ἄν τις λέων διὰ γραμμάτων πείσειεν οὕτως, ὡς αὐτὸς παρών, καὶ τὰ μὲν ἀπολυόμενος
112.p362
7
112.p362
τῶν ἐγκλημάτων, τὰ δὲ ἱκετεύων, τοῖς δὲ συγγνώμην παραιτούμενος ἔχειν· ὧν οὐδὲν ἂν
112.p362
8
112.p362
ῥᾳδίως δι’ ἐπιστολῆς γένοιτο. πᾶσιν οὖν τούτοις ἓν ἀντιθείς, σὲ τὴν θείαν κεφαλήν, καὶ ὅτι ἐξαρκέσει τὴν γνώμην ἐνδείξασθαί σοι, ἣν περὶ τοῦ πράγματος ἔχομεν, τὰ δὲ λοιπὰ προσθήσεις παρὰ σεαυτοῦ,
112.p362
9
112.p362
πρὸς τὴν ἐγχείρησιν οὐκ ἀπώκνησα.
112.p363
112.p363
Ἀλλʼ ὁρᾷς ὅπως κύκλῳ περίειμι ὀκνῶν καὶ ἀναδυόμενος τὴν αἰτίαν ἐκφαίνειν ὑπὲρ ὧν ποιοῦμαι τοὺς λόγους. Δομετιανὸς οὗτος ἐπιτήδειος ἡμῖν ἐστὶν
112.p363
1
112.p363
ἐκ τῶν γονέων ἄνωθεν, ὥστε ἀδελφοῦ μηδʼ ὁτιοῦν διαφέρειν. τί γὰρ ἄν τις μὴ τἀληθῆ λέγοι; εἶτα τὴν αἰτίαν μαθόντες ἀφʼ ἧς ταῦτα πέπονθεν, ἄξιον εἶναι τοῦ παθεῖν οὕτως ἔφαμεν. μηδὲ
112.p363
2
112.p363
γὰρ ἔστω μηδείς, ὃς μικρὸν ἢ μεῖζον εἰς τὴν σὴν ἀρετὴν ἀμελήσας
112.p363
3
112.p363
τὴν τιμωρίαν ἐκφύγοι. ἀλλʼ ὁρῶντες τοῦτον περιδεῶς καὶ ἀδόξως ζῶντα, καὶ ἐπὶ τῇ σῇ ψήφῳ κειμένην αὐτοῦ τὴν σωτηρίαν, ἀρκοῦσαν αὐτὸν ἔχειν τὴν δίκην ἐκρίναμεν. μεγαλόψυχόν τε ὁμοῦ καὶ φιλάνθρωπον διανοηθῆναί σε περὶ αὐτοῦ ἱκετεύομεν. τὸ μὲν γὰρ τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς, τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. ὥστε ὑπάρξει σοι βουληθέντι ἐν τῷ αὐτῷ τήν τε πρὸς τὸ ἀμύνασθαι καὶ τὴν εἰς τὸ σώζειν, ὡς ἂν ἐθέλοις,
112.p363
4
112.p363
ἐπιδείξασθαι μεγαλοψυχίαν. τοῦτο μέτρον ἀρκοῦν Δομετιανῷ τῆς κολάσεως, τῶν προσδοκωμένων ὁ φόβος καὶ ὧν ἄξιον οἶδεν ἑαυτὸν παθεῖν ὄντα. τούτοις μηδὲν εἰς τιμωρίαν προσθεῖναι αὐτῷ ἱκετεύομεν. καὶ γὰρ ἐκεῖνο σκόπει, ὅτι κύριοι μὲν τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον
112.p363
5
112.p363
ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ
112.p363
6
112.p363
παντὶ παραδέδοται. προσκείσθω δὲ καὶ τοῦτο τοῖς περὶ σοῦ διηγήμασι. δὸς ἡμῖν, τοῖς ὑμνεῖν προαιρουμένοις τὰ σά, τὰς
112.p363
7
112.p363
ἐν τοῖς ἄνω χρόνοις ᾀδομένας
112.p363
8
112.p363
φιλανθρωπίας ὑπερβαλέσθαι. οὕτω καὶ Κροῖσος τῷ παιδοφόνῳ τὴν ὀργὴν ἀφεῖναι λέγεται, ἑαυτὸν παραδόντι εἰς τιμωρίαν· καὶ Κῦρος ὁ μέγας αὐτῷ τούτῳ τῷ Κροίσῳ φίλος γενέσθαι μετὰ τὴν νίκην. τούτοις σε συναριθμήσομεν, καὶ, ὅση δύναμις ἡμετέρα, ταῦτα ἀναγορεύσομεν, εἴπερ μὴ μικροί τινες εἶναι παντάπασιν ἀνδρὸς τοσούτου κήρυκες νομισθείημεν.
112.p364
112.p364
Ἐκεῖνο δὲ ἐπὶ πᾶσιν εἰπεῖν ἀναγκαῖον, ὅτι τοὺς ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν (τίς
112.p364
1
112.p364
γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλʼ ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξειαν τοῦ σωφρονεῖν παράδειγμα.
112.p364
2
112.p364
τούτων τοίνυν οὐθέτερον ἐνδεῖν
112.p364
3
112.p364
ἄν τις ἐν τῷ παρόντι φήσειεν· αὐτός τε γὰρ καὶ μετὰ τὸν θάνατον τούτων μεμνήσεται, τούς τε λοιποὺς τεθνάναι τῷ δέει πρὸς τοῦτον ἀφορῶντας οἴομαι. ὥσθʼ ὅπερ ἂν προσθῶμεν τῇ τιμωρίᾳ, τὴν ὀργὴν ἡμῶν αὐτῶν ἀποπιμπλάναι δόξομεν· ὃ πολλοῦ δεῖν ἐπὶ σοῦ ἀληθὲς εἶναι φαίην ἂν ἔγωγε, καὶ οὐδὲν ἂν τούτων τῶν λόγων προήχθην εἰπεῖν, εἰ μὴ μείζονα τῷ διδόντι τὴν χάριν ἐνεώρων ἢ τοῖς λαμβάνουσιν. οὐδὲ γὰρ ὀλίγοις ἔσται καταφανὴς ἡ μεγαλοψυχία τοῦ τρόπου. Καππαδόκαι γὰρ ἅπαντες ἀποσκοποῦσι τὸ μέλλον, οἷς εὐξαίμην ἂν μετὰ τῶν
112.p364
λοιπῶν ἀγαθῶν τῶν προσόντων σοι καὶ ταύτην
112.p364
4
112.p364
ἀπαριθμήσασθαι.
112.p365
112.p365
Ὀκνῶ δὲ τοῦ γράφειν παύσασθαι, ἡγούμενός μοι ζημίαν οἴσειν τὸ παρεθέν. τοσοῦτόν γε μὴν προσθήσω, ὅτι πολλῶν ἐπιστολὰς
112.p365
1
112.p365
ἔχων ἐξαιτουμένων αὐτὸν πασῶν ἡγήσατο προτιμοτέραν εἶναι τὴν παρʼ ἡμῶν, οὐκ οἶδά που
112.p365
2
112.p365
μαθὼν εἶναί τινα ἡμῶν λόγον παρὰ τῇ σῇ τελειότητι. ὅπως οὖν μήτε αὐτὸς ψευσθῇ τῶν ἐλπίδων, ἃς ἐφʼ ἡμῖν ἔσχε, καὶ ἡμῖν ὑπάρξῃ πρὸς τοὺς ἐνταῦθα σεμνολογεῖσθαι, παρακέκλησο, δέσποτα ἀνυπέρβλητε, ἐπινεῦσαι πρὸς τὴν αἴτησιν. πάντως δὲ οὐδενὸς χεῖρον τῶν πώποτε φιλοσοφησάντων ἐπέσκεψαι τὰ ἀνθρώπινα, καὶ οἶδας ὡς καλὸς θησαυρὸς πᾶσι τοῖς δεομένοις ὑπουργεῖν προαποκείμενος.
112.p365
3

Intertext edge

Open linked passage

Note