Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
113.p366
113.p366
Συντυχὼν τῷδε, πολλὴν ἔσχον τῷ ἁγίῳ Θεῷ τὴν χάριν, ὅτι με καὶ διὰ τῆς αὐτοῦ παρουσίας ἀπὸ πολλῶν θλίψεων παρεμυθήσατο, καὶ τὴν ὑμετέραν ἀγάπην ἐναργῶς ἔδειξε δι’ αὐτοῦ. σχεδὸν γὰρ τὸν πάντων ὑμῶν περὶ τὴν ἀλήθειαν ζῆλον ἐν τῇ τοῦ ἑνὸς ἀνδρὸς προαιρέσει κατέμαθον. ἃ μὲν οὖν ἰδίᾳ διελέχθημεν πρὸς ἀλλήλους αὐτὸς ὑμῖν ἀπαγγελεῖ·
113.p366
1
113.p366
ἃ δὲ παρʼ ἐμοῦ γνωρισθῆναι ὑμῶν προσῆκε τῇ ἀγάπῃ, ταῦτά ἐστιν.
113.p366
Ὁ καιρὸς πολλὴν ἔχει ῥοπὴν πρὸς καταστροφὴν τῶν ἐκκλησιῶν, καὶ τοῦτο πολὺν ἔχομεν ἤδη χρόνον ἐξ οὗ καταμανθάνομεν. οἰκοδομὴ δὲ Ἐκκλησίας, καὶ σφαλμάτων διόρθωσις, καὶ συμπάθεια μὲν πρὸς τοὺς ἀσθενοῦντας ὑπερασπισμὸς δὲ πρὸς τοὺς ὑγιαίνοντας τῶν ἀδελφῶν οὐδὲ εἷς. ἀλλʼ οὔτε βοήθημα ἢ θεραπευτικὸν
113.p366
2
113.p366
τῆς προκατασχούσης νόσου, ἢ προφυλακτικὸν τῆς προσδοκωμένης οὐδέν. καὶ ὅλως ἔοικε λοιπὸν ἡ τῆς Ἐκκλησίας κατάστασις (ἵνα ἐναργεῖ χρήσωμαι τῷ ὑποδείγματι, κἂν εὐτελέστερον εἶναι δοκῇ) ἱματίῳ παλαιῷ, ὑπὸ τῆς τυχούσης προφάσεως ῥᾳδίως καταρρηγνυμένῳ, ὃ πρὸς τὴν ἐξ ἀρχῆς ἰσχὺν ἐπανελθεῖν πάλιν ἀδυνατεῖ. ὡς οὖν ἐν καιρῷ τοιούτῳ, μεγάλης χρεία τῆς σπουδῆς καὶ πολλῆς τῆς ἐπιμελείας εὐεργετηθῆναί τι τὰς ἐκκλησίας. εὐεργεσία δέ ἐστιν ἑνωθῆναι τὰ τέως διεσπασμένα.
113.p366
3
113.p366
ἕνωσις δʼ ἂν γένοιτο, εἰ βουληθείημεν, ἐν οἷς μηδὲν βλάπτομεν τὰς ψυχάς, συμπεριενεχθῆναι τοῖς ἀσθενεστέροις. Ἐπεὶ οὖν πολλὰ στόματα ἤνοικται κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου καὶ πολλαὶ γλῶσσαι ἠκόνηνται εἰς τὴν κατʼ αὐτοῦ βλασφημίαν, ἀξιοῦμεν ὑμᾶς, ὅσον ἐστὶν ἐφʼ ὑμῖν,
113.p366
4
113.p366
εἰς ὀλίγον ἀριθμὸν περιστῆσαι τοὺς βλασφημοῦντας· καὶ τοὺς μὴ λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον δέχεσθαι εἰς κοινωνίαν, ἵνα μόνοι καταλειφθῶσιν οἱ βλάσφημοι, καὶ ἢ καταισχυνθέντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν, ἢ ἐπιμένοντες τῇ ἁμαρτίᾳ ἀναξιόπιστοι ὦσι διὰ τὴν ὀλιγότητα. μηδὲν
113.p366
τοίνυν πλέον ἐπιζητῶμεν, ἀλλὰ προτεινωμεθα τοῖς βουλομένοις ἡμῖν συνάπτεσθαι ἀδελφοῖς τὴν ἐν Νικαίᾳ πίστιν· κἂν ἐκείνῃ συνθῶνται, ἐπερωτῶμεν καὶ τὸ μὴ δεῖν λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μηδὲ κοινωνικοὺς αὐτῶν εἶναι τοὺς λέγοντας. πέρα δὲ τούτων
113.p366
5
113.p366
ἀξιῶ μηδὲν ἐπιζητεῖσθαι παρʼ ἡμῶν. πέπεισμαι γάρ, ὅτι τῇ χρονιωτέρα συνδιαγωγῇ καὶ τῇ ἀφιλονείκῳ συγγυμνασίᾳ, καὶ εἴ τι δέοι πλέον προστεθῆναι εἰς τράνωσιν, δώσει ὁ Κύριος ὁ πάντα συνεργῶν εἰς ἀγαθὸν τοῖς ἀγαπῶσιν αὐτόν.