Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
114.p367
114.p367
Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης ἀγαθόν, τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς εἰρήνης; ἐπεὶ οὖν τὸ μέγα τοῦτο καὶ θαυμαστὸν καὶ πᾶσι περισπούδαστον τοῖς ἀγαπῶσι τὸν Κύριον κινδυνεύει λοιπὸν εἰς ὄνομα ψιλὸν περιστῆναι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγείσης λοιπὸν ἐν τοῖς πολλοῖς τῆς ἀγάπης, οἶμαι προσήκειν μίαν ταύτην εἶναι σπουδὴν τοῖς γνησίως καὶ ἀληθινῶς δουλεύουσι τῷ Κυρίῳ, τὸ ἐπαναγαγεῖν πρὸς ἕνωσιν τὰς ἐκκλησίας τὰς πολυμερῶς καὶ πολυτρόπως
114.p367
ἀπʼ ἀλλήλων διατμηθείσας. ὃ δὴ καὶ αὐτὸς ἐπιχειρῶν ποιεῖν οὐκ ἂν δικαίως πολυπράγμονος αἰτίαν λάβοιμι. οὐδὲν γὰρ οὕτως ἴδιόν ἐστι Χριστιανοῦ ὡς τὸ εἰρηνοποιεῖν· διὸ καὶ τὸν ἐπʼ αὐτῷ μισθὸν μέγιστον ἡμῖν ὁ Κύριος ἐπηγγείλατο. συντυχὼν τοίνυν τοῖς ἀδελφοῖς καὶ θεασάμενος αὐτῶν πολὺ μὲν τὸ φιλάδελφον καὶ τὸ περὶ ὑμᾶς ἀγαπητικόν, πολλῷ δὲ ἔτι πλέον τὸ φιλόχριστον
114.p367
1
114.p367
καὶ τὸ περὶ τὴν πίστιν ἀκριβές τε καὶεὔτονον, καὶ ὅτι πολλὴν ἀμφοτέρων ποιοῦνται σπουδήν, τῆς τε ὑμετέρας ἀγάπης μὴ χωρίζεσθαι καὶ τὴν ὑγιαίνουσαν πίστιν μὴ καταπροδοῦναι, ἀποδεξάμενος αὐτῶν τὴν ἀγαθὴν προαίρεσιν ἐπιστέλλω τῇ σεμνότητι ὑμῶν, παρακαλῶν πάσῃ ἀγάπῃ ἔχειν αὐτοὺς ἡνωμένους γνησίως καὶ πάσης ἐκκλησιαστικῆς φροντίδος κοινωνούς· ἐγγυησάμενος καὶ αὐτοῖς τὴν ὑμετέραν ὀρθότητα, ὅτι καὶ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι τῷ ὑπὲρ τῆς ἀληθείας ζήλῳ πρὸς πάντα ἐστὲ παρατεταγμένοι, ὅσαπερ ἂν δέῃ
114.p367
2
114.p367
παθεῖν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας.
114.p368
114.p368
Ἔστι δέ, ὡς ἐμαυτὸν πείθω, τὰ οὔτε ὑμῖν ὑπεναντία, καὶ τοῖς προειρημένοις τῶν ἀδελφῶν αὐτάρκη πρὸς πληροφορίαν, ταῦτα, ὁμολογεῖν ὑμᾶς τὴν ὑπὸ τῶν πατέρων ἡμῶν ἐκτεθεῖσαν πίστιν τῶν ἐν Νικαίᾳ ποτὲ συνελθόντων, καὶ μηδεμίαν τῶν ἐκεῖ λέξεων ἀθετεῖν, ἀλλʼ εἰδέναι ὅτι τριακόσιοι δέκα καὶ ὀκτώ, ἀφιλονείκως συνιόντες, οὐκ ἄνευ τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας ἐφθέγξαντο· προσθεῖναι δὲ τῇ πίστει ἐκείνῃ καὶ τὸ μὴ χρῆναι λέγειν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μὴ μέντοι μηδὲ τοῖς λέγουσι κοινωνεῖν, ἵνα καθαρὰ ᾖ τοῦ Θεοῦ ἡ Ἐκκλησία, μηδὲν ζιζάνιον ἑαυτῇ παραμεμιγμένον ἔχουσα. ταύτης αὐτοῖς τῆς πληροφορίας παρὰ τῆς εὐσπλαγχνίας ὑμῶν προτεθείσης, καὶ αὐτοὶ πρέπουσαν ὑμῖν ὑποταγὴν ἕτοιμοί εἰσι παρασχέσθαι. αὐτὸς γὰρ ἐγγυῶμαι τὸ μέρος τῶν ἀδελφῶν, ὡς εἰς οὐδὲν ἀντεροῦσιν, ἀλλὰ πᾶσαν ὑμῖν ἐπιδείξονται εὐταξίας ὑπερβολήν, ἑνὸς τούτου αὐτοῖς τοῦ ἐπιζητουμένου παρʼ αὐτῶν ὑπὸ τῆς ὑμετέρας τελειότητος ἑτοίμως παρασχεθέντος.