Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
115.p369
115.p369
Ἀβούλως οἱ ἄνθρωποι καὶ μισοῦσι τοὺς κρείττονας καὶ φιλοῦσι τοὺς χείρονας. διὸ δὴ καὶ
115.p369
αὐτὸς κατέχω τὴν γλῶτταν, σιωπῇ τῶν ἐμῶν ὕβρεων πνίγων τὸν ὄνειδον. ἐγὼ δὲ μενῶ τὸν ἄνωθεν δικαστήν, ὃς οἶδε πᾶσαν κακίαν ἐν τέλει ἀμύνεσθαι. κἂν γὰρ ὑπὲρ ψάμμον ἐκχέῃ
115.p369
1
115.p369
τις χρήματα, βλάπτει ψυχήν, πατήσας τὸ δίκαιον. ἀεὶ γὰρ θυσίαν Θεός, οὐχ ὡς χρῄζων, οἶμαι, ζητεῖ, ἀλλὰ θυσίαν πολυτελῆ τὴν εὐσεβῆ καὶ δικαίαν γνώμην δεχόμενος. ὅταν δέ τις ἑαυτὸν παραβαίνων πατῇ, κοινὰς λογίζεται τὰς εὐχάς.
115.p370
115.p370
Σαυτὴν οὖν τῆς ἐσχάτης ἡμέρας ὑπόμνησον, καὶ ἡμᾶς, εἰ βούλει, μὴ δίδασκε. ἴσμεν σου πλείονα, καὶ
115.p370
1
115.p370
ταῖς ἔνδοθεν ἀκάνθαις οὐ τοσοῦτον συμπνιγόμεθα· οὔτε ἐν ὀλίγοις καλοῖς δεκαπλασίονα κακίαν ἐπιμίγνυμεν. ἐπήγειρας ἡμῖν σαύρας τε καὶ φρύνους, ἐαρινὰ δῆθεν θηρία, πλὴν ὅμως ἀκάθαρτα. ἀλλʼ ἥξει πτερὸν
115.p370
2
115.p370
ἄνωθεν τὸ ταῦτα νεμόμενον. ἐμοὶ γὰρ λόγος, οὐχ ὡς σὺ νομίζεις, ἀλλʼ ὡς οἶδε κρίνειν Θεός. εἰ δὲ καὶ μαρτύρων χρεία, οὐ δοῦλοι στήσονται, οὐδὲ εὐνούχων γένος ἄτιμον καὶ πανώλεθρον· τοῦτο δὴ τοῦτο, ἄθηλυ, ἄνανδρον, γυναικομανές, ἐπίζηλον, κακόμισθον, ὀξύθυμον, θηλυδριῶδες,
115.p370
3
115.p370
γαστρίδουλον, χρυσομανές, ἀπηνές, κλαυσίδειπνον, εὐμετάβλητον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορές, μανικὸν καὶ ζηλότυπον· καὶ τί γὰρ ἔτι εἰπεῖν; σὺν αὐτῇ τῇ γενέσει σιδηροκατάδικον. πῶς οὖν τούτων
115.p370
4
115.p370
γνώμη ὀρθή, ὧν καὶ οἱ πόδες στρεβλοί; οὗτοι σωφρονοῦσι μὲν ἄμισθα διὰ σιδήρου· μαίνονται δὲ ἄκαρπα δι’ οἰκείαν αἰσχρότητα. οὐχ οὗτοι στήσονται τῆς κρίσεως μάρτυρες, ἀλλʼ
115.p370
ὀφθαλμοὶ δικαίων, καὶ ὄψεις ἀνδρῶν τελείων· ὅσοι τότε ὁρῶσι, πρὸς ἃ βλέποντες νῦν εἰσὶ συνέσει.