Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
116.p371
116.p371
Καὶ σπάνιά σου τὰ γράμματα, καὶ μικρὰ ταῦτα, ἢ ὄκνῳ τοῦ γράφειν, ἢ ἄλλως, τὸν ἐκ τοῦ πλήθους κόρον διαφεύγειν οἰκονομοῦντος, ἤπου καὶ πρὸς βραχυλογίαν ἑαυτὸν συνεθίζοντος. ἡμῖν μέντοι οὐδὲν ἐξαρκεῖ, ἀλλὰ κἂν ὑπερβάλλῃ τῷ πλήθει, τῆς ἐπιθυμίας ἐστὶν ἐλάττω διὰ τὸ βούλεσθαι
116.p371
1
116.p371
ἕκαστα περὶ σοῦ μανθάνειν, πῶς μέν σοι τὸ σῶμα ἔχει, ὅπως δέ σοι τὰ τῆς ἀσκήσεως, καὶ πότερον ἐπιμένεις τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἤ τι καὶ μετεβουλεύσω, πρὸς τὰ συμπίπτοντα τὴν γνώμην μετατιθέμενος.
116.p371
2
116.p372
116.p372
Εἰ μὲν οὖν ὁ αὐτὸς διέμεινας
116.p372
1
116.p372
σεαυτῷ, οὐκ ἂν πλῆθος γραμμάτων ἐπεζητοῦμεν, ἀλλʼ ἐξήρκει ἡμῖν τοσοῦτον· ὁ δεῖνα τῷ δεῖνι· ὑγιαίνειν ἡμᾶς ἴσθι, καὶ ἔρρωσο. ἐπεὶ δὲ ἀκούομεν ἃ
116.p372
2
116.p372
καὶ λέγειν αἰσχυνόμεθα, καταλιπόντα σε τὴν τῶν μακαρίων προγόνων τάξιν, ἐπὶ τὸν πρὸς πατρὸς πάππον αὐτομολεῖν καὶ Βρεττάνιον σπουδάζειν γενέσθαι ἀντὶ Φιρμίνου, ἐπιζητοῦμεν αὐτὰ ταῦτα
116.p372
ἀκοῦσαι,
116.p372
3
116.p372
καὶ τοὺς λογισμοὺς μαθεῖν καθʼ οὓς ἐπὶ ταύτην ἐλθεῖν τοῦ βίου τὴν ὁδὸν ὑπήχθης. ἀλλʼ ἐπειδὴ αὐτὸς ἀπεσιώπησας αἰδοῖ τοῦ βουλεύματος, ἡμεῖς σε παρακαλοῦμεν μήτε
116.p372
4
116.p372
βουλεύεσθαι αἰσχύνης ἄξια, καὶ εἴ τι
116.p372
5
116.p372
ὑπέδραμέ σου τὸν νοῦν, ἀπελάσαντα τοῦτο τῆς διανοίας σεαυτοῦ γενέσθαι πάλιν, καὶ μακρὰ χαίρειν εἰπόντα στρατείᾳ καὶ ὅπλοις καὶ ταῖς ἐπὶ
116.p372
6
116.p372
στρατοπέδου ταλαιπωρίαις, καταλαβεῖν τὴν πατρίδα, ἀρκοῦν πρὸς ἀσφάλειαν βίου καὶ πρὸς πᾶσαν περιφάνειαν τὸ ἐξίσου τοῖς προγόνοις κρατῆσαι τῆς πόλεως ἡγησάμενον· ὅπερ ἀπόνως σοι παραγενήσεσθαι πεπιστεύκαμεν, πρός τε τὴν ἐκ φύσεως ἐπιτηδειότητα ἀφορῶντες καὶ πρὸς τὴν ἐρημίαν τῶν ἐνισταμένων. εἴτε οὖν μὴ γέγονεν ἐξ ἀρχῆς ἡ γνώμη, εἴτε γενομένη πάλιν ἐκβέβληται, γνώρισον
116.p372
7
116.p372
ἡμῖν ἐν τάχει· εἰ δέ, ὃ μὴ γένοιτο, τὰ αὐτὰ μένει βουλεύματα, αὐτάγγελτος ἡμῖν ἡκέτω ἡ συμφορά· γραμμάτων δὲ οὐ δεόμεθα.