Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
117.p373
117.p373
Ἐγὼ καὶ ἄλλως ὀφείλεσθαι τῇ ὑμετέρᾳ τιμιότητι ἐμαυτὸν νομίζω, καὶ τὸ νῦν δὲ τοῦτο φρόντισμα,
117.p373
ἐν ᾧ ἐσμέν, ἀναγκαίως ἡμᾶς ὑπευθύνους ταῖς τῶν τοιούτων πραγμάτων ὑπηρεσίαις καθίστησι, κἂν οἱ τυχόντες ὦσιν
117.p373
1
117.p373
οἱ ἐπιτάττοντες, μὴ ὅτι ὑμεῖς οἱ πολλοῖς δικαίοις καὶ ἄλλοις πρὸς ἡμᾶς συναπτόμενοι. τὰ μὲν οὖν παρελθόντα εἰς ἐξέτασιν ἀγαγεῖν οὐκ ἀναγκαῖον· ἐπεὶ ἐνῆν εἰπεῖν, ὅτι ἡμεῖς ἐγενόμεθα ἑαυτοῖς τῶν
117.p373
2
117.p373
ταράχων αἴτιοι, τῆς ἀγαθῆς ἐκείνης ἀσκήσεως καὶ μόνης ἀγούσης πρὸς σωτηρίαν φιλονεικήσαντες ἀποστῆναι· διὸ τάχα καὶ τῷ ταράχῳ τούτῳ εἰς πειρασμὸν παρεδόθημεν.
117.p374
117.p374
Ἀλλʼ ἐκεῖνα μὲν γέγονε καὶ ὑπομνήσεως ἠξιώθη, ὥστε μὴ δεύτερον ἡμᾶς τοῖς ὁμοίοις περιπεσεῖν. τὰ δὲ ἐφεξῆς, πάνυ βούλομαι πληροφορεῖσθαί σου τὴν εὐλάβειαν, ὅτι τοῦ Θεοῦ συγχωροῦντος ῥᾷστα ἡμῖν προσχωρήσει, τοῦ πράγματος καὶ ἐννόμου ὄντος καὶ οὐδὲν ἔχοντος βαρύ, καὶ τῶν φίλων ἡμῶν πολλῶν
117.p374
1
117.p374
ἑτοίμως χαριζομένων, ὄντων ἐν τῷ στρατοπέδῳ. τυπωθήσεται οὖν παρʼ ἡμῶν δέησις, κατὰ τὴν ὁμοιότητα τοῦ προσδοθέντος λιβέλλου τῷ βικαρίῳ, ἐν ᾗ ἐὰν μή τις γένηται παρολκή, εὐθέως ἀποπεμψόμεθα τὴν ἐκ τοῦ γράμματος
117.p374
2
117.p374
ἄδειαν παρεχόμενοι. πέπεισμαι δὲ
117.p374
ἐν τοιούτοις μεῖζον τῶν βασιλικῶν προσταγμάτων τὴν προαίρεσιν ἡμῶν ἰσχύειν, ἣν ἐὰν ἄτρεπτον καὶ ἀκλινῆ ἐκ τοῦ κατὰ τὴν ἀκμὴν βίου ἐπιδειξώμεθα, ἀνεπιχείρητος ἡμῖν καὶ ἄσυλος διὰ τῆς τοῦ Θεοῦ βοηθείας τῆς παρθενίας ἡ φυλακὴ εἴη.
117.p375
117.p375
Τὸν δὲ ἐγχειρισθέντα ἡμῖν παρὰ σοῦ ἀδελφὸν καὶ ἐθεασάμεθα ἡδέως, καὶ ἔχομεν ἐν τοῖς γνωρίμοις, εὐχόμενοι ἄξιον εἶναι τοῦ Θεοῦ καὶ τῆς σῆς μαρτυρίας.