Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
119.p377
119.p377
Καὶ διὰ τοῦ αἰδεσιμωτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ μου
119.p377
1
119.p377
Πέτρου προσφθέγγομαί σου τὴν ἀγάπην,
119.p377
2
119.p377
παρακαλῶν σε ὡς διὰ πάσης προφάσεως καὶ νῦν προσεύχεσθαι ὑπὲρ ἐμοῦ, ἵνα, μεταβαλλόμενος
119.p377
3
119.p377
ἀπὸ τοῦ φευκτοῦ
119.p377
4
119.p377
τούτου καὶ βλαβεροῦ τρόπου, γένωμαί ποτε ἄξιος τοῦ ὀνόματος τοῦ Χριστοῦ. πάντως δέ, κἂν ἐγὼ μὴ λέγω, διαλεχθήσεσθε πρὸς ἀλλήλους περὶ τῶν καθʼ ἡμᾶς, καὶ γνωρίσει σοι τὴν ἀκρίβειαν τῶν πεπραγμένων, ὥστε μὴ παραδεχθῆναι ἀβασανίστως τὰς πονηρὰς καθʼ ἡμῶν ὑπονοίας, ἃς εἰκὸς κατασκευάζειν τοὺς καὶ παρὰ τὸν τοῦ Θεοῦ φόβον καὶ παρὰ τὴν τῶν ἀνθρώπων ὑπόληψιν εἰς ἡμᾶς ἐξυβρίσαντας. οἷα γὰρ ἡμῖν ἐνεδείξατο ὁ γενναῖος Βασίλειος, ὃν ἀντὶ φυλακτηρίου τῆς ἐμῆς ζωῆς παρὰ τῆς σῆς εὐλαβείας ὑπεδεξάμην, ἐγὼ μὲν καὶ εἰπεῖν αἰσχύνομαι· εἴσῃ δὲ τὰ καθʼ ἕκαστον παρὰ τοῦ ἀδελφοῦ ἡμῶν διδαχθείς. καὶ τοῦτο λέγω οὐκ ἐκεῖνον ἀμυνόμενος (εὔχομαι γὰρ αὐτῷ μὴ λογισθῆναι
119.p377
παρὰ τοῦ Κυρίου), ἀλλὰ βεβαίαν μοι τὴν παρὰ σοῦ ἀγάπην μεῖναι ἡμῖν διοικούμενος, ἣν φοβοῦμαι μὴ διασαλεύσωσι ταῖς ὑπερβολαῖς τῶν διαβολῶν, ἃς εἰκὸς αὐτοὺς κατασκευάσαι εἰς ἀπολογίαν τοῦ πταίσματος. ὅπερ
119.p377
5
119.p377
δʼ ἂν κατηγορήσωσιν ἡμῶν, ἐκεῖνο παρὰ τῆς σῆς ἀγχινοίας ἐξεταζέσθωσαν, εἰ ἐνεκάλεσαν ἡμῖν, εἰ τὴν
119.p377
6
119.p377
διόρθωσιν τοῦ ἁμαρτήματος οὗ νῦν ἡμῖν ἐπάγουσιν ἐπεζήτησαν, εἰ ὅλως φανερὰν ἑαυτῶν τὴν πρὸς ἡμᾶς λύπην κατέστησαν. νῦν δέ, ἐν φαιδρῷ τῷ προσώπῳ καὶ πεπλασμένοις
119.p377
7
119.p377
ἀγάπης ῥήμασιν ἀμύθητόν τινα δόλου καὶ πικρίας βυθὸν τῇ ψυχῇ συγκαλύπτοντες, διὰ τῆς ἀνελευθέρου φυγῆς
119.p377
8
119.p377
ἐφανέρωσαν. ἐφʼ ᾧ ὅσον μὲν ἡμῖν
119.p377
9
119.p377
ἐποιήσαντο πένθος, ὅσον δὲ τὸν γέλωτα τοῖς ἀεὶ τὸν εὐλαβῆ βίον ἐν τῇ ἀθλίᾳ ταύτῃ πόλει βδελυσσομένοις καὶ τέχνην πρὸς τὸ πιστευθῆναι καὶ σχηματισμὸν εἰς ἀπάτην τὸ πλάσμα τῆς σωφροσύνης
119.p377
10
119.p377
διαβεβαιουμένοις ἐπιτηδεύεσθαι, πάντως, κἂν ἡμεῖς μὴ διηγησώμεθα, γνώριμον τῇ συνέσει σου. ὡς μηδὲν ἐπιτήδευμα οὕτως ὕποπτον εἶναι πρὸς κακίαν λοιπὸν τοῖς ἐνταῦθα, ὡς τὸ ἐπάγγελμα τοῦ ἀσκητικοῦ βίου.
119.p378
119.p378
Ἃ πῶς χρὴ
119.p378
1
119.p378
θεραπευθῆναι, τῆς σῆς ἂν εἴη συνέσεως φροντίσαι.
119.p378
2
119.p378
τὰ γὰρ παρὰ Σωφρονίου συρραπτόμενα
119.p378
3
119.p378
ἐγκλήματα ἡμῖν οὐκ ἀγαθῶν ἐστὶ προοίμια, ἀλλʼ ἀρχὴ διαιρέσεως καὶ χωρισμοῦ
119.p378
καὶ σπουδὴ τοῦ καὶ τὴν ἐν ἡμῖν ἀγάπην ἀποψυγῆναι. ὃν ὑπὸ τῆς σῆς εὐσπλαγχνίας παρακαλοῦμεν κατασχεθῆναι ἀπὸ τῆς βλαβερᾶς ταύτης ὁρμῆς, καὶ πειραθῆναι τῇ παρʼ ἑαυτοῦ ἀγάπῃ κατασφίγγειν μᾶλλον τὰ διιστάμενα καὶ μὴ
119.p378
4
119.p378
τοῖς πρὸς διάστασιν
119.p378
5
119.p378
ὡρμημένοις συνεπιτείνειν τὸν χωρισμόν.