Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
11.p64
11.p64
Τῇ τοῦ Θεοῦ χάριτι τὴν ἁγίαν ἡμέραν συνδιαγαγόντες τοῖς τέκνοις ἡμῶν καὶ ὄντως τελείαν ἑορτὴν ἑορτάσαντες τῷ Κυρίῳ διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν περὶ τὸν Θεὸν ἀγάπην, προεπέμψαμεν μεθʼ ὑγείας πρὸς τὴν σὴν εὐγένειαν, εὐχόμενοι τῷ φιλανθρώπῳ Θεῷ καὶ αὐτοῖς δοθῆναι εἰρηνικὸν ἄγγελον βοηθὸν καὶ σύμπορον καὶ σὲ παρʼ αὐτῶν καταληφθῆναι ἐν ὑγείᾳ καὶ πάσῃ εἰρηνικῇ καταστάσει, ἵνα, ὅπουπερ ἂν ἦτε δουλεύοντες τῷ Κυρίῳ καὶ εὐχαριστοῦντες αὐτῷ, εὐφραίνητε
11.p64
1
11.p64
ἡμᾶς, ἕως ἐσμὲν ἐν τῷ κόσμῳ, ἀκούοντας τὰ παρʼ ὑμῶν. ἐὰν δὲ παράσχῃ ὁ ἅγιος Θεὸς
11.p64
2
11.p64
θᾶττόν σε τῶν φροντίδων τούτων ἀπαλλαγῆναι, παρακαλοῦμέν
11.p64
σε μηδὲν προτιμῆσαι τῆς μεθʼ ἡμῶν
11.p64
3
11.p64
διαγωγῆς. οἶμαι γὰρ μὴ εὑρεῖν σε τοὺς οὕτως ἀγαπῶντας καὶ ἀντιποιουμένους τῆς παρʼ ὑμῖν φιλίας. ἕως οὖν ἂν οἰκονομῇ ὁ ἅγιος τὸν χωρισμὸν τοῦτον, διὰ πάσης προφάσεως παραμυθεῖσθαι ἡμᾶς γράμμασι καταξίου.

Intertext edge

Open linked passage

Note