Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
123.p386
123.p386
Ἔμελλες ἡμῖν παρέσεσθαι(καὶ τὸ ἀγαθὸν ἐγγὺς) ἄκρῳ γοῦν δακτύλῳ καταψύξαι
123.p386
1
123.p386
ἡμᾶς ἐν τοῖς πειρασμοῖς φλεγομένους. εἶτα τί; αἱ ἁμαρτίαι ἡμῶν ἀντέβησαν καὶ διεκώλυσαν τὴν ὁρμήν, ἵνʼ ἀθεράπευτα κάμνωμεν. ὥσπερ γὰρ ἐν τοῖς κύμασι τὸ μὲν λήγει, τὸ δὲ ἀνίσταται, τὸ δὲ ἤδη φρίκῃ μελαίνεται, οὕτω καὶ τῶν ἡμετέρων κακῶν τὰ μὲν πέπαυται, τὰ δὲ πάρεστι, τὰ δὲ προσδοκᾶται· καὶ μία τῶν κακῶν ἡμῖν, ὡς ἐπὶ τὸ πλεῖστον, ἀπαλλαγή, εἶξαι τῷ καιρῷ καὶ ὑπεξελθεῖν τοῖς διώκουσιν.
123.p387
123.p387
Ἀλλὰ καὶ πάρεσο ἡμῖν,
123.p387
1
123.p387
ἢ παραμυθούμενος, ἢ καὶ γνώμην δώσων, ἢ καὶ προπέμψων,
123.p387
2
123.p387
πάντως δὲ αὐτῷ τῷ ὀφθῆναι ῥᾴους ποιῄσων. καὶ τὸ μέγιστον, εὔχου, καὶ ὑπερεύχου, μὴ καὶ τοὺς λογισμοὺς ἡμῶν βαπτισθῆναι ὑπὸ τοῦ κακοῦ καὶ τοῦ
123.p387
3
123.p387
κλύδωνος, ἀλλʼ ἐν πᾶσι διαφυλάσσειν τῷ Θεῷ τὸ εὐχάριστον, ἵνα μὴ ἐν τοῖς κακοῖς δούλοις ἀριθμηθῶμεν, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι, παιδεύοντι δὲ διὰ τῶν ἐναντίων μὴ
123.p387
προστιθέμενοι· ἀλλὰ καὶ δι’ αὐτῶν τῶν δυσχερῶν ὠφελώμεθα, μᾶλλον αὐτῷ πιστεύοντες, ὅτε καὶ μᾶλλον χρῄζομεν.