Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
124.p388
124.p388
Λέγουσί τινες τοὺς ἑαλωκότας τῷ πάθει τοῦ ἔρωτος, ὅταν κατά τινα βιαιοτέραν ἀνάγκην τῶν ποθουμένων ἀπάγωνται, εἰ πρὸς τὴν εἰκόνα τῆς ἀγαπηθείσης μορφῆς ἀποβλέψειαν, τὸ σφοδρὸν ἀναπαύειν τοῦ πάθους διὰ τῆς ἐν ὀφθαλμοῖς ἀπολαύσεως. εἰ μὲν οὖν ἀληθῆ ταῦτα ἢ
124.p388
1
124.p388
μὴ λέγειν οὐκ ἔχω· ὃ δέ μοι πρὸς τὴν σὴν συμβέβηκεν ἀγαθότητα οὐ πόρρω τῶν εἰρημένων ἐστίν. ἐπειδὴ γὰρ γέγονέ τις διάθεσις ἐμοὶ πρὸς τὴν ἱερὰν καὶ ἄδολόν σου ψυχήν, ἵνʼ οὕτως εἴπω, ἐρωτική, τὸ δὲ ἀπολαύειν τῶν ποθουμένων, ὡς οὐδὲ ἄλλο τι τῶν ἀγαθῶν, οὐκ ἐν εὐκολίᾳ ἡμῖν ἐστὶ διὰ τὴν ἐκ τῶν ἁμαρτιῶν ἐναντίωσιν, ἐνόμισα εἰκόνα τῆς ἀγαθότητός σου ἐναργεστάτην ἐν τῇ τῶν εὐλαβεστάτων ἡμῶν ἀδελφῶν παρουσίᾳ ἑωρακέναι. καὶ εἰ δίχα τούτων συνέβη τῇ σῇ με περιτυχεῖν γνησιότητι, ἐλογισάμην ἂν ἐν σοὶ κἀκείνους ἑωρακέναι· διότι τῆς ἀγάπης, λέγω, τοσοῦτον ἐν ἑκάστῳ ὑμῶν τὸ μέτρον ἐστίν, ὡς ἐπίσης τὴν περὶ τοῦ πλείονος ἑκάστῳ φιλονεικίαν ἐμφαίνεσθαι. ἐπὶ τούτοις ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, καὶ εὔχομαι, εἴπερ ἔτι ὑπολείπεταί τις
124.p388
χρόνος ζωῆς, γενέσθαι μοι διὰ σοῦ τὴν ζωὴν ἡδεῖαν, ὡς τό γε νῦν ἄθλιον πρᾶγμα τὸ ζῇν καὶ φευκτὸν εἶναι ἡγοῦμαι, τῆς τῶν φιλτάτων συνουσίας κεχωρισμένον.
124.p388
2
124.p388
οὐ γάρ ἐστι, κατὰ τὴν ἐμὴν κρίσιν, ἐφʼ ᾧ τις ἂν εὐθυμήσειε, τῶν ἀληθῶς ἀγαπώντων διεζευγμένος.

Intertext edge

Open linked passage

Note