Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
126.p395
126.p395
Παραγενόμενοι μέχρι τῆς Νικοπόλεως ἐπʼ ἐλπίδι τοῦ καὶ τὰς κινηθείσας ταραχὰς ἐπανορθώσασθαι καὶ τὴν ἐνδεχομένην ἐπαγαγεῖν παραμυθίαν τοῖς ἀτάκτως καὶ παρὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν γενομένοις,
126.p395
1
126.p395
σφόδρα ἠθυμήσαμεν μὴ καταλαβόντες σου τὴν χρηστότητα, ἀλλὰ μαθόντες ἐξεληλακέναι σε πρὸς πᾶσαν ἔπειξιν,
126.p395
2
126.p395
καὶ ταῦτα μεσούσης σχεδὸν τῆς συνόδου τῆς παρʼ ὑμῶν τελουμένης. διὸ ἀναγκαίως ἐπὶ τὸ γράμμα ἤλθομεν, δι’ οὗ ὑπομιμνήσκομεν ἀπαντῆσαι πρὸς
126.p395
ἡμᾶς, ἵνα αὐτὸς διὰ σαυτοῦ παραμυθήσῃ ἡμῶν τὴν λύπην, ἣν μέχρι θανάτου λελυπήμεθα, ἀκούσαντες ἐπὶ μέσης τῆς ἐκκλησίας τετολμῆσθαι πράγματα οὔπω μέχρι τῆς ἡμέρας ταύτης εἰς ἀκοὴν ἡμετέραν ἐλθόντα. καὶ ταῦτα μὲν εἰ καὶ λυπηρὰ καὶ βαρέα, ἀλλʼ ἔτι φορητά, διὰ τὸ εἰς ἄνθρωπον γεγενῆσθαι, ὃς τὴν ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν τῷ Θεῷ ἐπιτρέψας, ὅλος ἐστὶ τῆς εἰρήνης καὶ τοῦ μηδὲν παρὰ τὴν αὐτοῦ
126.p395
3
126.p395
αἰτίαν βλαβερὸν γίνεσθαι
126.p395
4
126.p395
τῷ λαῷ τοῦ Θεοῦ.
126.p396
126.p396
Ἐπειδὴ δέ τινες τῶν τιμίων καὶ πάσης πίστεως ἀξίων ἀδελφῶν ἀπήγγειλαν ἡμῖν, ὡς περὶ τὴν πίστιν καινοτομουμένων τινῶν καὶ λαλουμένων παρὰ σοῦ ὑπεναντίως τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ἐπὶ τούτοις
126.p396
1
126.p396
πλέον συγκινηθέντες, καὶ πολὺν ἀγῶνα ἀγωνιάσαντες τοῦ
126.p396
2
126.p396
μὴ πού τι
126.p396
3
126.p396
πρὸς τοῖς μυρίοις τραύμασιν, οἷς πέπονθεν ἡ Ἐκκλησία παρὰ τῶν εἰς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου ἐξαμαρτόντων,
126.p396
4
126.p396
ἔτι καὶ ἄλλο ἀναφυῇ κακόν, ἀνανεωθείσης τῆς παλαιᾶς τοῦ ἐχθροῦ τῆς Ἐκκλησίας Σαβελλίου αἱρέσεως (τούτοις γὰρ οἱ ἀδελφοὶ ἀπήγγειλαν
126.p396
5
126.p396
ἡμῖν συγγενῆ εἶναι τὰ εἰρημένα), τούτου ἕνεκεν ἐπεστείλαμεν, ἵνα μὴ ὀκνήσῃς μικρὸν διάστημα κινηθεὶς καταλαβεῖν
126.p396
6
126.p396
ἡμᾶς, καὶ τὴν ἐπὶ τούτοις πληροφορίαν παρασχόμενος, ἡμῶν τε τὴν ὀδύνην καταπραῧναι, καὶ τὰς
126.p396
7
126.p396
τοῦ Θεοῦ ἐκκλησίας παραμυθήσασθαι, τὰς νῦν ἀφορήτως καὶ βαρέως ἐπί τε τοῖς πεπραγμένοις καὶ ἐπὶ τοῖς θρυλλουμένοις εἰρῆσθαι παρὰ σοῦ λυπουμένας.

Intertext edge

Open linked passage

Note