Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
127.p397
127.p397
Ὁ φιλάνθ ωπος Θεὸς ὁ συμμέτρους ταῖς θλίψεσι τὰς παρακλήσεις συνάπτων καὶ παρακαλῶν τοὺς ταπεινούς, ἵνα μὴ λάθωσιν ὑπὸ τῆς περισσοτέρας λύπης καταποθέντες, ἴσην ταῖς ἐπιγενομέναις ἡμῖν κατὰ τὴν Νικόπολιν ταραχαῖς τὴν παραμυθίαν ἐπήγαγε, τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰοβῖνον ἐν καιρῷ ἐπιστήσας· ὃς ὅπως εὐκαίρως ἡμῖν ἐπεφάνη, αὐτὸς διηγησάσθω. ἡμεῖς γὰρ φειδόμενοι τοῦ μήκους τῆς ἐπιστολῆς σιωπήσομεν, καὶ ἵνα μὴ δόξωμεν τοὺς ἐκ μεταβολῆς ἀγαπητοὺς ἡμῖν γενομένους
127.p397
1
127.p397
οἱονεὶ τῇ ὑπομνήσει τοῦ σφάλματος στηλιτεύειν.
127.p398
127.p398
Ἀλλὰ παράσχοι ὁ ἅγιος Θεὸς ἐπιστῆναί σε τοῖς ἡμετέροις τόποις, ὥστε περιπτύξασθαι μὲν τὴν σὴν σεμνοπρέπειαν, διηγήσασθαι δὲ τὰ καθʼ ἕκαστον. πέφυκε γάρ πως τὰ κατὰ τὴν πεῖραν λυπήσαντα ψυχαγωγίαν τινὰ
127.p398
1
127.p398
ἔχειν ἐν διηγήμασι.
127.p398
2
127.p398
πλὴν ἀλλʼ ὑπὲρ ὧν τελείως μὲν ὡς πρὸς τὴν εἰς ἡμᾶς ἀγάπην, προηγουμένως δὲ καὶ
127.p398
στιβαρῶς ὡς πρὸς τὴν τῶν κανόνων ἀκρίβειαν ὁ θεοφιλέστατος ἐπίσκοπος ἐκινήθη, ἐπαίνεσον αὐτόν, καὶ εὐχαρίστησον τῷ Κυρίῳ, ὅτι τὰ σὰ θρέμματα πανταχοῦ τὸν χαρακτῆρα τῆς σῆς σεμνότητος δείκνυσιν.

Intertext edge

Open linked passage

Note