Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
129.p402
129.p402
Ἤιδειν ὅτι ξενίσει τὴν ἀκοὴν τῆς τελειότητός σου τὸ νῦν ἐπιφυὲν ἔγκλημα τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπολιναρίῳ. καὶ γὰρ οὐδὲ αὐτὸς τὸν πρὸ τούτου χρόνον ἤμην ἐπιστάμενος ἔχειν· ἀλλὰ νῦν οἱ Σεβαστηνοὶ διερευνησάμενοί ποθεν αὐτὰ εἰς τὸ μέσον ἤνεγκαν, καὶ περιφέρουσι σύνταγμα, ἐξ οὗ μάλιστα καὶ ἡμᾶς καταδικάζουσιν, ὡς τὰ αὐτὰ φρονοῦντας, ἔχον ῥήσεις
129.p402
τοιαύτας· ὥστε πανταχῆ συνεζευγμένως, μᾶλλον δὲ ἡνωμένως τῇ ἑτερότητι νοεῖν ἀναγκαῖον τὴν πρώτην ταυτότητα, καὶ δευτέραν καὶ τρίτην λέγοντας τὴν αὐτήν. ὅπερ γάρ ἐστι πρώτως ὁ Πατήρ, τοῦτό ἐστι δευτέρως ὁ Υἱός, καὶ τρίτως τὸ Πνεῦμα. αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα τοῦτο δευτέρως τὸν Υἱόν, καθὸ δὴ καὶ ὁ Κύριός ἐστι τὸ Πνεῦμα· καὶ τρίτως τὸν Πατέρα καθὸ δὴ Πνεῦμα ὁ Θεός. καὶ ὡς βιαιότερον σημᾶναι
129.p402
1
129.p402
τὸ ἄρρητον, τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι, τὸν δὲ Υἱὸν υἱικῶς Πατέρα. καὶ ὡσαύτως ἐπὶ τοῦ Πνεύματος, καθὸ δὴ εἷς Θεὸς ἡ Τριάς.
129.p403
129.p403
Ταῦτά ἐστι τὰ θρυλλούμενα, ἃ οὐδέποτε δύναμαι πιστεῦσαι πλάσματα εἶναι τῶν περιφερόντων,
129.p403
1
129.p403
εἰ καὶ ὅτι ἐκ τῆς καθʼ ἡμῶν
129.p403
2
129.p403
συκοφαντίας οὐδὲν λογίζομαι αὐτοῖς ἀτόλμητον εἶναι. γράφοντες γάρ τισι τῶν καθʼ ἑαυτούς, καὶ προσθέντες
129.p403
3
129.p403
τὴν καθʼ ἡμῶν διαβολήν, ἐπήγαγον ταῦτα, ῥήματα μὲν αἱρετικῶν ὀνομάσαντες,
129.p403
4
129.p403
τὸν δὲ πατέρα τῆς συγγραφῆς ἀποκρυψάμενοι, ἵνα τοῖς πολλοῖς ἡμεῖς νομισθῶμεν εἶναι οἱ λογογράφοι.
129.p403
5
129.p403
πλὴν ἀλλʼ οὐκ ἂν μέχρι τοῦ καὶ
129.p403
6
129.p403
ῥήματα συνθεῖναι προῆλθεν αὐτῶν ἡ ἐπίνοια, ὥς γε ἐμαυτὸν πείθω. ὅθεν, ὑπὲρ τοῦ καὶ τὴν καθʼ ἡμῶν κρατοῦσαν βλασφημίαν ἀπώσασθαι, καὶ δεῖξαι πᾶσιν, ὡς οὐδὲν ἡμῖν ἐστὶ
129.p403
7
129.p403
κοινὸν πρὸς τοὺς ἐκεῖνο λέγοντας, ἠναγκάσθημεν μνησθῆναι
129.p403
τοῦ ἀνδρός, ὡς προσεγγίζοντος τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
129.p404
129.p404
Ἀπὸ δὲ τοῦ στρατοπέδου ἧκέ τις ἀγγέλλων, ἐπὶ τῇ πρώτῃ κινήσει τοῦ κρατοῦντος, ἣν ἐκίνησαν αὐτὸν οἱ τὰς διαβολὰς ἡμῶν
129.p404
1
129.p404
καταχέοντες, γεγενῆσθαί τινα καὶ δευτέραν γνώμην, ὥστε μὴ δοθῆναι ἡμᾶς ἐκδότους τοῖς κατηγόροις, μήτε παραδοθῆναι ἡμᾶς τῷ ἐκείνων θελήματι, ὅπερ ἦν ἐξ ἀρχῆς ὁρισθέν· ἀλλά τινα γενέσθαι τέως ἀναβολήν. ἐὰν οὖν ἢ ταῦτα μένῃ, ἢ τούτων τι δόξῃ φιλανθρωπότερον, σημανοῦμέν σου τῇ θεοσεβείᾳ. ἐὰν δὲ κρατῇ τὰ πρότερα, οὐδὲ τοῦτό σε λήσεται.
129.p405
129.p405
Ὁ μέντοι ἀδελφὸς Σαγκτίσσιμος πάντως ἐστὶ παρʼ ὑμῖν πάλαι, καὶ ἃ ἐπιζητεῖ δῆλα γέγονε τῇ τελειότητί σου. εἰ οὖν φαίνεται ἀναγκαῖόν τι ἔχειν ἡ πρὸς τοὺς δυτικοὺς ἐπιστολή, καταξίωσον τυπώσας αὐτὴν διαπέμψασθαι
129.p405
1
129.p405
ἡμῖν, ὥστε ποιῆσαι ὑπογραφῆναι παρὰ τῶν ὁμοψύχων καὶ ἑτοίμην ἔχειν τὴν ὑπογραφήν, ἐν χάρτῃ κεχωρισμένῳ ἐντετυπωμένην,
129.p405
2
129.p405
ὃν δυνάμεθα συνάψαι τῷ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ συμπρεσβυτέρου
129.p405
περικομιζομένῳ.
129.p405
3
129.p405
ἐγὼ μὲν γὰρ οὐδὲν εὑρὼν
129.p405
4
129.p405
συνεκτικὸν ἐν τῷ ὑπομνηστικῷ, οὐκ ἔσχον ὑπὲρ οὗ ἐπιστείλω τοῖς ἐν τῇ δύσει. τὰ μὲν γὰρ ἀναγκαῖα προείληπται· τὰ δὲ περιττὰ γράφειν παντελῶς μάταιον. περὶ δὲ τῶν αὐτῶν ἐνοχλεῖν μὴ καὶ γελοῖον εἴη;
129.p406
129.p406
Ἐκείνη δέ μοι ἔδοξεν ὥσπερ ἀγύμναστος εἶναι ἡ ὑπόθεσις καὶ χώραν παρέχειν γράμμασι,
129.p406
1
129.p406
τὸ παρακαλέσαι αὐτοὺς μὴ ἀκρίτως δέχεσθαι τὰς κοινωνίας τῶν ἐκ τῆς ἀνατολῆς ἀφικνουμένων, ἀλλʼ ἅπαξ μίαν μερίδα ἐκλεξαμένους, τοὺς λοιποὺς ἐκ τῆς μαρτυρίας τῶν κοινωνικῶν προσλαμβάνεσθαι· καὶ μὴ παντὶ τῷ πίστιν γράφοντι ἐπὶ προφάσει δὴ τῆς ὀρθοδοξίας προστίθεσθαι. οὕτω γὰρ εὑρεθήσονται τοῖς μαχομένοις κοινωνοῦντες, οἳ τὰ μὲν ῥήματα πολλάκις τὰ αὐτὰ προβάλλονται, μάχονται δὲ ἀλλήλοις ὅσον οἱ πλεῖστον διεστηκότες. ἵνʼ οὖν μὴ ἐπὶ πλεῖον ἡ αἵρεσις ἐξάπτηται
129.p406
2
129.p406
τῶν πρὸς ἀλλήλους διαστασιαζόντων ἀντιπροβαλλομένων τὰ παρʼ αὐτῶν γράμματα, παρακληθῆναι αὐτοὺς ἔδει κεκριμένας ποιεῖσθαι καὶ τὰς τῶν ἐντυγχανόντων αὐτοῖς κοινωνίας καὶ τὰς ἐγγράφως γινομένας κατὰ τὸν τύπον τῆς Ἐκκλησίας.

Intertext edge

Open linked passage

Note