Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
131.p410
131.p410
Οντως ἡ τῶν ἀπροσδοκήτων ἀκοὴ ἱκανή ἐστι ποιῆσαι ἀνθρώπου
131.p410
1
131.p410
ἠχῆσαι ἀμφότερα τὰ ὦτα. ὃ καὶ ἐμοὶ νῦν συνέβη. εἰ γὰρ
131.p410
2
131.p410
καὶ τὰ μάλιστα γεγυμνασμέναις μου λοιπὸν ταῖς ἀκοαῖς προσέπεσε
131.p410
3
131.p410
τὰ περιφερόμενα καθʼ ἡμῶν ταῦτα συντάγματα, διὰ τὸ καὶ πρότερον αὐτὸν ἐμὲ δεδέχθαι τὴν ἐπιστολήν, πρέπουσαν μὲν ταῖ ἐμαῖς ἁμαρτίαις, οὐ μὴν προσδοκηθεῖσάν ποτε γραφήσεσθαι παρὰ τῶν ἐπιστειλάντων· ἀλλʼ ὅμως τὰ δεύτερα τοσαύτην ὑπερβολὴν ἐφάνη ἡμῖν ἔχειν ἐν ἑαυτοῖς τῆς πικρίας, ὥστε ἐπισκοτῆσαι τοῖς προλαβοῦσι. πῶς γὰρ οὐ μικροῦ τῶν φρενῶν ἔξω ἐγενόμην τῶν ἐμαυτοῦ, ἐντυχὼν τῇ πρὸς τὸν εὐλαβέστατον ἀδελφὸν Δαζίναν
131.p410
4
131.p410
ἐπιστολῇ, μυρίων μὲν ὕβρεων καὶ κατηγοριῶν ἀφορήτων γεμούσῃ καθʼ ἡμῶν καὶ ἐπαναστάσεων, ὡς ἐν τοῖς χαλεπωτάτοις ἡμῶν κατὰ τῆς Ἐκκλησίας βουλεύμασιν εὑρεθέντων; εὐθὺς δὲ καὶ ἀποδείξεις τοῦ ἀληθεῖς εἶναι τὰς καθʼ ἡμῶν βλασφημίας ἐπήχθησαν ἀπὸ συγγράμματος οὐκ οἶδα ὑπὸ τίνος γραφέντος. μέρη μὲν γὰρ ἐπέγνων, ὁμολογῶ, παρὰ
131.p410
5
131.p410
τοῦ Λαοδικέως Ἀπολιναρίου
131.p410
γεγράφθαι, καὶ αὐτὰ οὐδὲ ἀναγνοὺς ἐξ ἔργου ποτέ, ἀλλʼ ἀκούσας ἑτέρων ἀπαγγειλάντων· ἄλλα δέ τινα εὗρον ἐγγεγραμμένα,
131.p410
6
131.p410
ἃ μήτε ἀνέγνων ποτέ, μήτε
131.p410
7
131.p410
ἑτέρου λέγοντος ἤκουσα· καὶ τούτων ὁ μάρτυς ἐν οὐρανῷ πιστός. πῶς οὖν οἱ τὸ ψεῦδος ἀποστρεφόμενοι, οἱ τὴν ἀγάπην πλήρωμα εἶναι τοῦ νόμου δεδιδαγμένοι, οἱ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν ἐπαγγελλόμενοι, ταύτας ἡμῖν κατεδέξαντο τὰς συκοφαντίας ἐπενεγκεῖν καὶ ἀπʼ
131.p410
8
131.p410
ἀλλοτρίων συγγραμμάτων ἡμᾶς κατακρῖναι,
131.p410
9
131.p410
πολλὰ λογισάμενος κατʼ ἐμαυτόν, ἐπινοεῖν τὴν αἰτίαν οὐκ ἔχω, εἰ μή, ὅπερ ἐξ ἀρχῆς εἶπον, μέρος ἔκρινα εἶναι τῶν ὀφειλομένων μοι διὰ τὰς ἁμαρτίας κολάσεων καὶ τὴν ἐπὶ τούτοις λύπην.
131.p411
131.p411
Πρῶτον μὲν γὰρ κατεπένθησα τῇ ψυχῇ, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· ἔπειτα δὲ καὶ ἐφοβήθην αὐτὸς περὶ ἐμαυτοῦ, μή ποτε πρὸς ταῖς ἄλλαις ἁμαρτίαις καὶ τὴν μισανθρωπίαν πάθω, οὐδὲν πιστὸν ἐν οὐδενὶ λογιζόμενος εἶναι, εἴπερ οἱ εἰς τὰ μέγιστα παρʼ ἐμοῦ πιστευθέντες τοιοῦτοι μὲν περὶ ἐμέ, τοιοῦτοι δὲ περὶ αὐτὴν ἐφάνησαν τὴν ἀλήθειαν. γίνωσκε τοίνυν, ἀδελφέ, καὶ πᾶς ὅστις τῆς ἀληθείας φίλος, μήτε ἐμὰ εἶναι τὰ συντάγματα, οὔτε ἀρέσκεσθαι
131.p411
1
131.p411
αὐτοῖς, ἐπεὶ μὴ τῇ ἐμῇ γνώμῃ συγγεγράφθαι. εἰ δὲ ἐπέστειλά ποτε πρὸ πολλῶν ἐνιαυτῶν
131.p411
2
131.p411
Ἀπολιναρίῳ ἢ ἄλλῳ τινί, ἐγκαλεῖσθαι οὐκ ὀφείλω, οὔτε γὰρ αὐτὸς
131.p411
3
131.p411
ἐγκαλῶ, εἴ τις ἐκ τῆς ἑταιρίας τινὸς εἰς αἵρεσιν ἀπεσχίσθη
131.p411
(οἴδατε δὲ πάντως τοὺς ἄνδρας, κἂν ὀνομαστὶ μὴ λέγω), διότι ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται.
131.p412
131.p412
Ταῦτα νῦν μὲν ἀπεκρινάμην πρὸς τὸν ἀποσταλέντα τόμον,
131.p412
1
131.p412
ἵνα αὐτός τε εἰδείης τὴν ἀλήθειαν καὶ τοῖς βουλομένοις μὴ κατέχειν ὡς ἐν ἀδικίᾳ τὴν ἀλήθειαν φανερὰν καταστήσῃς. ἐὰν δὲ δέῃ καὶ πλατύτερον ὑπὲρ ἑκάστου τῶν ἐπενεχθέντων ἡμῖν ἀπολογήσασθαι, καὶ τοῦτο ποιήσομεν, τοῦ Θεοῦ συνεργοῦντος. ἡμεῖς, ἀδελφὲ Ὀλύμπιε, οὔτε τρεῖς θεοὺς λέγομεν, οὔτε Ἀπολιναρίῳ κοινωνοῦμεν.

Intertext edge

Open linked passage

Note