Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
135.p418
135.p418
Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιότητός σου. καὶ τῷ μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλʼ ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις, καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντιθέσεις τῶν ὑπεναντίων καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις· καὶ τὸ τῆς λέξεως ἁπλοῦν τε καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει Χριστιανοῦ, οὐ πρὸς ἐπίδειξιν μᾶλλον ἢ κοινὴν ὠφέλειαν συγγράφοντος.
135.p418
1
135.p418
τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ
135.p418
καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν
135.p418
2
135.p418
καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον. αἱ γὰρ ἐν τῷ μεταξὺ παρεμβαλλόμεναι διαβολαὶ τῶν ὑπεναντίων καὶ συστάσεις τῶν ἡμετέρων, εἰ καὶ γλυκύτητάς τινας ἐπεισάγειν δοκοῦσι διαλεκτικὰς
135.p418
3
135.p418
τῷ συγγράμματι, ἀλλʼ οὖν τῷ
135.p418
4
135.p418
σχολὴν καὶ διατριβὴν ἐμποιεῖν διασπῶσι μὲν τὸ συνεχὲς τῆς ἐννοίας καὶ τοῦ ἐναγωνίου λόγου τὸν τόνον ὑποχαυνοῦσιν.
135.p419
135.p419
Ἐκεῖνο γὰρ πάντως συνεῖδέ
135.p419
1
135.p419
σου ἡ ἀγχίνοια, ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες, Ἀριστοτέλης μὲν καὶ Θεόφραστος, εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων, διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν. Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα, Θρασυμάχου μὲν τὸ θρασὺ καὶ ἰταμὸν διαβάλλων, Ἱππίου δὲ τὸ κοῦφον τῆς διανοίας καὶ χαῦνον, καὶ
135.p419
2
135.p419
Πρωταγόρου τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον. ὅπου δὲ ἀόριστα πρόσωπα ἐπεισάγει τοῖς διαλόγοις, τῆς μὲν εὐκρινείας ἕνεκεν τῶν πραγμάτων κέχρηται τοῖς προσδιαλεγομένοις,
135.p419
3
135.p419
οὐδὲν δὲ ἕτερον ἐκ τῶν προσώπων ἐπεισκυκλεῖ ταῖς ὑποθέσεσιν· ὅπερ ἐποίησεν ἐν τοῖς Νόμοις.
135.p420
135.p420
Δεῖ οὖν καὶ ἡμᾶς τοὺς οὐ κατὰ φιλοτιμίαν
135.p420
ἐρχομένους ἐπὶ τὸ γράφειν, ἀλλʼ ὑποθήκας καταλιμπάνειν ὠφελίμων λόγων τῇ ἀδελφότητι προελομένους, ἐὰν μέν τι πᾶσι προκεκηρυγμένον ἐπὶ αὐθαδείᾳ τρόπου πρόσωπον ὑποβαλλώμεθα,
135.p420
1
135.p420
τινὰ καὶ ἀπὸ
135.p420
2
135.p420
προσώπου ποιότητος παραπλέκειν τῷ λόγῳ, εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους, τῶν πραγμάτων ἀφεμένους.
135.p420
3
135.p420
ἐὰν δὲ ἀόριστον ᾖ τὸ διαλεγόμενον, αἱ πρὸς τὰ πρόσωπα διαστάσεις
135.p420
4
135.p420
τὴν μὲν συνάφειαν διακόπτουσι, πρὸς οὐδὲν δὲ πέρας χρήσιμον ἀπαντῶσι.
135.p420
5
135.p421
135.p421
Ταῦτα εἶπον ἵνα δειχθῇ, ὅτι οὐκ εἰς κόλακος χεῖρας ἀπέστειλάς σου τοὺς πόνους, ἀλλὰ ἀδελφῷ τῷ γνησιωτάτῳ ἐκοινώνησας τῶν καμάτων. εἶπον δὲ οὐ πρὸς ἐπανόρθωσιν τῶν γεγραμμένων, ἀλλὰ πρὸς φυλακὴν τῶν μελλόντων. πάντως γὰρ ὁ τοσαύτῃ περὶ τὸ γράφειν ἕξει καὶ σπουδῇ κεχρημένος οὐκ ἀποκνήσει γράφων· ἐπειδὴ οὐδὲ οἱ τὰς ὑποθέσεις παρέχοντες ἀπολήγουσιν. ἡμῖν δὲ ἀρκέσει μὲν ἀναγινώσκειν τὰ ὑμέτερα· τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν, ὅσον μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν, ἢ καὶ τοῦ μετρίαν σχολὴν ἄγειν ἀπὸ τῶν πραγμάτων.
135.p422
135.p422
Ἀπέστειλα δὲ νῦν διὰ τοῦ ἀναγνώστου τὸ μεῖζον καὶ πρότερον, ἐπελθὼν αὐτὸ ὡς ἐμοὶ δυνατόν. τὸ δὲ δεύτερον
135.p422
1
135.p422
παρακατέσχον, βουλόμενος αὐτὸ μεταγράψαι, καὶ μὴ εὐπορῶν τέως
135.p422
2
135.p422
τινὸς τῶν εἰς τάχος γραφόντων. μέχρι γὰρ τοσαύτης ἦλθε πενίας τὰ ἐπίφθονα Καππαδοκῶν.

Intertext edge

Open linked passage

Note