Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
137.p425
137.p425
Νῦν μοι δοκῶ μάλιστα ἐπαισθάνεσθαι τῆς ζημίας, ἣν ὑπομένω διὰ τὸ ἀρρωστεῖν, ὁπότε, ἀνδρὸς τοιούτου τὴν πατρίδα ἡμῶν ἐφέποντος, αὐτὸς ἀπεῖναι διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος ἀναγκάζομαι. μῆνα γὰρ ὅλον ἤδη προσκαθέζομαι
137.p425
1
137.p425
τῇ ἐκ τῶν αὐτοφυῶς θερμῶν
137.p425
2
137.p425
ὑδάτων θεραπείᾳ ὡς δή τι ὄφελος ἐντεῦθεν ἕξων. ἔοικα δὲ διακενῆς πονεῖν ἐπὶ τῆς ἐρημίας, ἢ καὶ γέλωτος τοῖς πολλοῖς ἄξιος εἶναι φαίνεσθαι, μηδὲ τῆς παροιμίας ἀκούων τῆς οὐδὲν ἀπὸ θερμῶν ὄφελος εἶναι τοῖς τεθνηκόσι λεγούσης.
137.p426
137.p426
Διόπερ καὶ οὕτως ἔχων βούλομαι πάντα παρεὶς καταλαβεῖν σου τὴν σεμνοπρέπειαν, ὥστε τῶν ἐν σοὶ καλῶν ἀπολαύειν καὶ τὰ κατὰ τὸν οἶκον τὸν ἐμαυτοῦ πράγματα διὰ τῆς σῆς ὀρθότητος εὐπρεπῶς διαθέσθαι. ἐμὸς γάρ ἐστιν ἴδιος ὁ τῆς σεμνοτάτης μητρὸς ἡμῶν Παλλαδίας οἶκος, ἣν οὐ μόνον ἡ τοῦ γένους οἰκειότης ἡμῖν συνάπτει, ἀλλὰ καὶ τὸ τοῦ τρόπου δεξιὸν ἀντὶ μητρὸς ἡμῖν εἶναι πεποίηκεν. ἐπεὶ οὖν κεκίνηταί τις ταραχὴ περὶ τὸν οἶκον αὐτῆς, ἀξιοῦμέν σου τὴν μεγαλόνοιαν μικρὸν ὑπερθέσθαι τὴν ἐξέτασιν καὶ ἀναμεῖναι ἡμῶν τὴν παρουσίαν, οὐχ ὥστε διαφθαρῆναί τὸ δίκαιον (μυριάκις γὰρ ἂν ἀποθανεῖν ἑλοίμην ἢ τοιαύτην αἰτῆσαι χάριν παρὰ δικαστοῦ φίλου τοῖς νόμοις καὶ τῷ δικαίῳ), ἀλλʼ ὥστε ἃ οὐκ εὐπρεπὲς ἐμοὶ γράφειν, ταῦτα ἀπὸ στόματος ἀπαγγέλλοντός μου μαθεῖν. οὕτω γὰρ οὔτε αὐτὸς τῆς ἀληθείας διαμαρτήσῃ, οὔτε ἡμεῖς πεισόμεθά τι τῶν ἀβουλήτων. δέομαι οὖν, τοῦ προσώπου ἐν ἀσφαλείᾳ ὄντος καὶ κατεχομένου παρὰ τῆς τάξεως, ἀνεπαχθῆ ταύτην χάριν καὶ ἀνεπίφθονον ἡμῖν καταθέσθαι.

Intertext edge

Open linked passage

Note