Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
140.p438
140.p438
Τίς δώσει μοι πτέρυγας, ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι
140.p438
1
140.p438
πρὸς ὑμᾶς καὶ καταπαύσω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ συντυχίᾳ τῆς ὑμετέρας ἀγάπης. νυνὶ δὲ οὐχὶ πτερύγων ἐνδεῶς ἔχω μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος, πάλαι μέν μοι ὑπὸ μακρᾶς τῆς
140.p438
2
140.p438
ἀρρωστίας πεπονηκότος, νῦν δὲ ὑπὸ τῶν συνεχῶν θλίψεων παντελῶς συντετριμμένου. τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχήν, τίς οὕτω παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς
140.p438
3
140.p438
ἀκούων τοῦ πανταχόθεν ἡμᾶς
140.p438
4
140.p438
προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχήν, καὶ κατακαμφθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις μερίμναις παντελῶς ἐκτακῆναι; ἀλλὰ δυνατὸς ὁ ἅγιος Θεὸς δοῦναί τινα λύσιν τῶν ἀμηχάνων καὶ χαρίσασθαι ἡμῖν τινὰ τῶν μακρῶν πόνων ἀναπνοήν. ὥστε καὶ ὑμᾶς τὴν αὐτὴν ἔχειν ἀξιῶ παράκλησιν καὶ τῇ ἐλπίδι τῆς παρακλήσεως χαίροντας ὑμᾶς τὸ παρὸν ἀλγεινὸν τῶν θλίψεων ὑπομένειν. εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν
140.p438
5
140.p438
λοιπὸν τῆς ἐφʼ ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα,
140.p438
6
140.p438
δίκαιος ὁ ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι
140.p438
ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν, ἀλλʼ ἐπὶ τοῖς προπεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. μὴ οὖν ἀποκάμωμεν ἐναθλοῦντες εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μηδὲ δι’ ἀνελπιστίας τὰ πονηθέντα ἡμῖν προώμεθα. οὐ γὰρ μία πρᾶξις ἀνδρείας οὐδὲ βραχὺς πόνος τὸ τῆς ψυχῆς καρτερὸν διαδείκνυσιν, ἀλλʼ ὁ δοκιμάζων ἡμῶν τὰς καρδίας διὰ μακρᾶς καὶ παρατεταμένης τῆς δοκιμασίας βούλεται ἡμᾶς τῆς δικαιοσύνης στεφανίτας ἀποδειχθῆναι.
140.p438
7
140.p439
140.p439
Μόνον ἀνένδοτον φυλασσέσθω τὸ φρόνημα ἡμῶν, ἄσειστον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διατηρείσθω, καὶ ἥξει ἐν τάχει ὁ ἀντιληψόμενος ἡμῶν· ἥξει καὶ οὐ χρονιεῖ. προσδέχου γὰρ θλίψιν ἐπὶ θλίψει, ἐλπίδα ἐπʼ ἐλπίδι, ἔτι μικρόν, ἔτι μικρόν. οὕτως οἶδε ψυχαγωγεῖν τῇ ἐπαγγελίᾳ τοῦ μέλλοντος τοὺς ἑαυτοῦ τροφίμους τὸ Πνεῦμα τὸ ἅγιον. μετὰ γὰρ τὰς θλίψεις ἡ ἐλπίς, ἐκ τοῦ σύνεγγυς δὲ πάρεστι τὰ ἐλπιζόμενα. κἂν γὰρ ὅλον τις εἴποι τὸν ἀνθρώπινον βίον, σμικρότατόν ἐστι διάστημα παντελῶς, συγκρίσει ἐκείνου τοῦ ἀπεράντου αἰῶνος τοῦ ἐν ταῖς ἐλπίσιν ἀποκειμένου.
140.p440
140.p440
Πίστιν δὲ ἡμεῖς οὔτε παρʼ ἄλλων γραφομένην ἡμῖν νεωτέραν παραδεχόμεθα, οὔτε αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν
140.p440
1
140.p440
τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλʼ ἅπερ παρὰ τῶν ἁγίων πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρωτῶσιν ἡμᾶς διαγγέλλομεν. ἔστι τοίνυν ἐκ πατέρων ἐμπολιτευομένη τῇ
140.p440
ἐκκλησίᾳ ἡμῶν ἡ γραφεῖσα παρὰ τῶν ἁγίων πατέρων πίστις τῶν κατὰ τὴν Νίκαιαν συνελθόντων·
140.p440
2
140.p440
ἣν ἡγούμεθα μὲν διὰ στόματος εἶναι καὶ παρʼ ὑμῖν, οὐ παραιτούμεθα δέ, ἵνα μὴ ὄκνου ἔγκλημα ἀπενεγκώμεθα, καὶ αὐτὰ τὰ ῥήματα ἐνσημᾶναι τῷ γράμματι. ἔστι δὲ ταῦτα. πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ὁρατῶν τε πάντων καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα·
140.p440
3
140.p440
σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτέ, ὅτε οὐκ ἦν· καί, πρὶν γεννηθῆναι οὐκ ἦν· καί, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο· ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.
140.p441
140.p441
Πιστεύομεν τούτοις. ἐπειδὴ δὲ ἀδιόριστός ἐστιν ὁ περὶ τοῦ ἁγίου Πνεύματος λόγος, οὔπω τότε τῶν πνευματομάχων ἀναφανέντων, τὸ χρῆναι ἀναθεματίζεσθαι τοὺς λέγοντας τῆς κτιστῆς εἶναι καὶ δουλικῆς φύσεως τὸ Πνεῦμα τὸ ἅγιον ἐσίγησαν. οὐδὲν γὰρ ὅλως τῆς θείας καὶ μακαρίας Τριάδος κτιστόν.

Intertext edge

Open linked passage

Note