Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
147.p450
147.p450
Μῦθον ἐνόμιζον τέως τὰ τοῦ Ὁμήρου, ὅτε ἐπῄειν αὐτοῦ τὸ ἕτερον μέρος τῆς ποιήσεως, ἐν ᾧ τὰ τοῦ Ὀδυσσέως πάθη μεταδιδάσκει. ἀλλʼ ἐκεῖνα τὰ μυθικὰ τέως καὶ ἄπιστα πάνυ ἡμᾶς πιθανὰ νομίζειν ἐδίδαξεν ἡ περὶ τὸν πάντα ἄριστον Μάξιμον περιπέτεια. καὶ γὰρ καὶ
147.p450
1
147.p450
οὗτος ἄρχων
147.p450
ἐγένετο ἔθνους οὐ φαυλοτάτου, ὥσπερ ἐκεῖνος ὁ στρατηγὸς τῶν Κεφαλλήνων. καὶ πολλὰ χρήματα ἄγων ἐκεῖνος γυμνὸς ἐπανῆλθε, καὶ τοῦτον οὕτως ἡ συμφορὰ διέθηκεν, ὡς κινδυνεῦσαι ἐν ἀλλοτρίοις ῥάκεσιν ὀφθῆναι τοῖς οἴκοι.
147.p450
2
147.p450
καὶ ταῦτα πέπονθε, Λαιστρυγόνας τάχα που ἐφʼ ἑαυτὸν παροξύνας, καὶ Σκύλλῃ περιπεσὼν ἐν γυναικείᾳ μορφῇ κυνείαν ἐχούσῃ ἀπανθρωπίαν καὶ ἀγριότητα. ἐπεὶ οὖν μόλις αὐτῷ ὑπῆρξε τὸν ἄφυκτον τοῦτον διανήξασθαι κλύδωνα, σὲ δι’ ἡμῶν ἱκετεύει, ἀξιῶν αἰδεσθῆναι τὴν κοινὴν φύσιν καὶ ἐπὶ ταῖς παρʼ ἀξίαν αὐτοῦ συμφοραῖς ἀλγήσαντα, μὴ σιωπῇ κρύψαι τὰ κατʼ αὐτόν, ἀλλὰ διαγγεῖλαι τοῖς ἐν δυνάμει, ὥστε μάλιστα μὲν καὶ γενέσθαι τινὰ αὐτῷ βοήθειαν πρὸς τὴν σκευωρηθεῖσαν
147.p450
3
147.p450
ἐπήρειαν· εἰ δὲ μή, δημοσιευθῆναι γοῦν τὴν προαίρεσιν τοῦ εἰς αὐτὸν ἐμπαροινήσαντος. ἀρκοῦσα γὰρ τῷ ἠδικημένῳ παραμυθία ἡ τῶν ἐπιβουλευσάντων αὐτῷ τῆς πονηρίας φανέρωσις.

Intertext edge

Open linked passage

Note