Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
149.p453
149.p453
Καὶ αὐτὸς ὑπέβαλες ὀφθαλμῷ τὴν κακοπάθειαν τοῦ πρότερον μὲν εὐδοκίμου, νῦν δὲ ἐλεεινοτάτου πάντων Μαξίμου, τοῦ ἄρξαντος τῆς πατρίδος ἡμῶν, ὡς οὐκ ὤφελενϲ
149.p453
1
149.p453
οἶμαι γὰρ ἂν πολλοῖς ἀπευκτὴν ἔσεσθαι τὴν τῶν ἐθνῶν ἀρχήν, εἰ πρὸς τοιοῦτον
149.p453
2
149.p453
πέρας μέλλουσι καταστρέφειν αἱ προστασίαι. ὥστε τί δεῖ ἡμᾶς τὰ καθʼ ἕκαστον ἀπαγγέλλειν, ὧν τε εἴδομεν, ὧν τε ἠκούσαμεν, ἀνδρὶ διὰ πολλὴν τῆς διανοίας ὀξύτητα ἱκανῷ ἐξ ὀλίγων τῶν πραχθέντων στοχάσασθαι τὰ λειπόμενα; πλὴν ἐκεῖνό γε εἰπών, ἴσως οὐ περιττός σοι φανήσομαι, ὅτι πολλῶν ὄντων καὶ δεινῶν τῶν εἰς αὐτὸν τολμηθέντων πρὸ τῆς σῆς παρουσίας, τοιαῦτα γέγονε τὰ μετὰ ταῦτα, ὡς φιλανθρωπίαν ποιῆσαι νομισθῆναι τὰ φθάσαντα. τοσαύτην εἶχεν ὑπερβολὴν ὕβρεως καὶ ζημίας καὶ τῆς εἰς αὐτὸ τὸ σῶμα κακοπαθείας, τὰ δὴ ὕστερον αὐτῷ παρὰ τοῦ κρατοῦντος ἐξευρεθέντα. καὶ νῦν
149.p453
ἔμφρουρος ἥκει τὰ λείψανα τῶν ὧδε κακῶν αὐτοῦ ἀποπληρώσων, ἐὰν μὴ σὺ τὴν μεγάλην σαυτοῦ χεῖρα ὑπερσχεῖν ἐθελήσῃς τῷ καταπονουμένῳ. περιττὸν μὲν οὖν οἶδα ποιῶν, τὴν σὴν χρηστότητα εἰς φιλανθρωπίαν παρακαλῶν. πλὴν ἀλλʼ ἐπειδὴ βούλομαι γενέσθαι χρήσιμος τῷ ἀνδρί, ἱκετεύω σου τὴν σεμνοπρέπειαν προσθεῖναί τι τῇ ἐκ φύσεως περὶ τὸ καλὸν σπουδῇ δι’ ἡμᾶς, ὥστε ἐναργὲς τῷ ἀνδρὶ γενέσθαι τῆς ὑπὲρ αὐτοῦ παρακλήσεως ἡμῶν τὸ ὄφελος.