Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
150.p454
150.p454
Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι, καὶ ὧν τε αὐτὸς εἶπον, ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου, οὐκ ἐπιλέλησμαι. καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. εἰ γὰρ καὶ τῇ καρδίᾳ ὁ αὐτός εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι, καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων, ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τῆς ὁδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. καθέζομαι δὲ ἐπʼ ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες ἀποσκοπεύων
150.p454
1
150.p454
τὸ μέλλον. οἱ μὲν γὰρ πλέοντες
150.p454
ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος. χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσεβείας. τούτων δὲ πρόξενος λόγος
150.p454
2
150.p454
δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. πάλιν μοι χρεία φαρμάκων ἑτέρων, ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν τῶν ῥημάτων, ἀφυλάκτως δὲ πρὸς τὰς ἐν τῇ διανοίᾳ συνισταμένας ἐκ τοῦ πονηροῦ
150.p454
3
150.p454
φαντασίας. ἡττήμεθα δὲ καὶ τιμῆς καὶ τὸ ἐφʼ ἑαυτοῖς τι φρονεῖν οὐ ῥᾳδίως ἀποτιθέμεθα. πρὸς ταῦτα μεγάλου μοι δεῖν καὶ ἐμπείρου λογίζομαι διδασκάλου. ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν, οἱονεί τινα λήμην, ἀφαιρεθέντα, δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω, οὐδʼ ἐπʼ ὀλίγον τὴν ὠφέλειαν φέρειν.
150.p455
150.p455
Ἃ καὶ τὴν σὴν λογιότητα συνορᾷν, καὶ ἐπιθυμεῖν ὑπάρξαι τινὰ εἰς ταύτην τὴν βοήθειαν ἀκριβῶς ἐπίσταμαι·
150.p455
1
150.p455
καὶ ἐάν ποτε δῷ ὁ Θεὸς εἰς ταὐτὸν ἀφικέσθαι τῇ κοσμιότητί σου, δηλονότι πλείονα μαθήσομαι ὑπὲρ ὧν φροντίζειν με χρή. νῦν γὰρ ὑπὸ πολλῆς ἀμαθίας οὐδὲ ὅσων
150.p455
2
150.p455
ἐνδεής εἰμι γνωρίζειν δύναμαι· πλήν γε ὅτι οὐδὲν μετεμέλησέ μοι τῆς πρώτης ὁρμῆς, οὔτε ὀκλάζει μου
150.p455
ἡ ψυχὴ πρὸς τὸν σκοπὸν τοῦ κατὰ Θεὸν βίου, ὅπερ ἠγωνίασας ἐπʼ ἐμοί, καλῶς καὶ προσηκόντως ἑαυτῷ ποιῶν, μήποτε στραφεὶς εἰς τὰ ὀπίσω στήλη γένωμαι ἁλός, ὅπερ γυνή τις ἔπαθεν, ὥσπερ
150.p455
3
150.p455
ἀκούω. ἀλλʼ ἔτι μέν με
150.p455
4
150.p455
καὶ αἱ ἔξωθεν ἀρχαὶ συστέλλουσιν, ὥσπερ λειποτάκτην τινὰ τῶν ἀρχόντων ἀναζητούντων.
150.p455
5
150.p455
ἐπέχει δέ με μάλιστα ἡ ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα.
150.p456
150.p456
Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης, καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι. ἐγὼ γὰρ οὕτω
150.p456
1
150.p456
νομίζω, εἰ μὴ πάντη ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς Κύριον ἄγουσαν, καὶ πάντας τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι. ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι καὶ μὴ μετὰ σοῦ ζῇν καὶ μετὰ σοῦ δουλεύειν Θεῷ, ᾧ κοινῇ προσεφύγομεν; τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται, ὁ δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ
150.p456
2
150.p456
δηλονότι, εἴπερ οὖν ἄξιος καὶ ὁ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι· ἀνέγνων γάρ που ἐν Ψαλμοῖς, ὅτι
150.p456
Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους. ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως
150.p456
3
150.p456
σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν. οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ τὸ κέρδος φέρουσαν.
150.p456
4
150.p456
ἐὰν δέ, ὁσάκις ὑπάρξῃ μοι ἐν διαφόρῳ γωνιδίῳ
150.p456
5
150.p456
παρερριμμένῳ
150.p456
6
150.p456
στενάζειν, ἀκολουθήσει μοι πάντως τὸ ψεύδεσθαι, μάχεσθαι μὲν
150.p456
7
150.p456
πρὸς τὸν λόγον οὐκ ἔχω, ἤδη δὲ ὡς ψεύστου
150.p456
8
150.p456
ἐμαυτὸν κατακρίνω, εἴ τι τοιοῦτον κατὰ τὴν παλαιὰν ἀδιαφορίαν ἐφθεγξάμην, ὅ
150.p456
9
150.p456
με τῷ κρίματι τοῦ ψεύδους ὑπόδικον καθιστᾷ.
150.p457
150.p457
Γενόμενος δὲ πλησίον Καισαρείας, ὥστε γνωρίσαι τὰ πράγματα, καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν ἐπέταξεν ἡμῖν ἡ λογιότης σου. καὶ ἃ μὲν ἀπεκρίνατο, οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρʼ ἡμῶν δυνατὸν ἦν, καὶ ἐπιστολῆς ὑπερέβαινε μέτρον· ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι
150.p457
1
150.p457
τὴν κτῆσιν. καὶ παρείχετο ἡμῖν ἐκ τοῦ Εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μέν, ὡς Ἰωάννου τοῦ βαπτιστοῦ εἰπόντος·
150.p457
Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· ἑτέραν δέ, ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος μὴ
150.p457
2
150.p457
ἔχειν δύο χιτῶνας. προσετίθει δὲ
150.p457
3
150.p457
τούτοις καὶ
150.p457
4
150.p457
τό· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν· ὅτι ὁ ἔμπορος ὁ εὑρὼν τὸν πολύτιμον μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. προσετίθει δὲ τούτοις, ὅτι οὐδὲ ἑαυτῷ τινὰ ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ.
150.p457
5
150.p457
καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο· ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς, φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ παρʼ ἐκείνων διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε, καὶ παρʼ αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ προσέρριψε κυνί, φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν.
150.p458
150.p458
Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθʼ ἡμέραν,
150.p458
ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος· πλὴν ἀλλʼ ἐβουλόμην παρʼ αὐτοῦ ἐκείνου σε μαθεῖν. ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. ηὐχόμην δὲ μετὰ σοῦ ποτὲ καταλαβεῖν αὐτόν, ἵνα καὶ τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα, καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. ἐκεῖνο γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῇν τὸν Χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμησας τῆς συντυχίας τοῦ ἐπισκόπου, οὔτʼ ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι ἀναχωρεῖν αὐτοῦ καὶ περιτυγχάνειν
150.p458
1
150.p458
ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσιν
150.p458
2
150.p458
αὐτῷ δυναμένῳ.